.

Alessandro concede la libertà alla città di Nisa - Arriano versione greco Verso Itaca

GRECO - Versioni greco - Arriano

 

Alessandro concede la libertà alla città di Nisa

VERSIONE DI GRECO di Arriano

TRADUZIONE dal libro verso itaca

questa versione è visibile ai soli utenti registrati

 

Ὦ βασιλεῦ͵ δέονταί σου Νυσαῖοι ἐᾶσαι σφᾶς ἐλευ θέρους τε καὶ αὐτονόμους αἰδοῖ τοῦ Διονύσου. Διό νυσος γὰρ ἐπειδὴ χειρωσάμενος τὸ Ἰνδῶν ἔθνος ἐπὶ θάλασσαν ὀπίσω κατῄει τὴν Ἑλληνικήν͵ ἐκ τῶν ἀπο μάχων στρατιωτῶν͵ οἳ δὴ αὐτῷ καὶ βάκχοι ἦσαν͵ κτίζει τὴν πόλιν τήνδε μνημόσυνον τῆς αὑτοῦ πλάνης τε καὶ νίκης τοῖς ἔπειτα ἐσόμενον͵ καθάπερ οὖν καὶ σὺ αὐτὸς Ἀλεξάνδρειάν τε ἔκτισας τὴν πρὸς Καυκάσῳ ὄρει καὶ ἄλλην Ἀλεξάνδρειαν ἐν τῇ Αἰγυπτίων γῇ͵ καὶ ἄλλας πολλὰς τὰς μὲν ἔκτικας ἤδη͵ τὰς δὲ καὶ κτίσεις ἀνὰ χρόνον͵ οἷα δὴ πλείονα Διονύσου ἔργα ἀποδειξάμενος. Νῦσάν τε οὖν ἐκάλεσε τὴν πόλιν Διόνυσος ἐπὶ τῆς τροφοῦ τῆς Νύσης καὶ τὴν χώραν Νυσαίαν· τὸ δὲ ὄρος ὅ τι περ πλησίον ἐστὶ τῆς πόλεως καὶ τοῦτο Μηρὸν ἐπωνόμασε Διόνυσος͵ ὅτι δὴ κατὰ τὸν μῦθον ἐν μηρῷ τῷ τοῦ Διὸς ηὐξήθη. καὶ ἐκ τούτου ἐλευ θέραν τε οἰκοῦμεν τὴν Νῦσαν καὶ αὐτοὶ αὐτόνομοι καὶ ἐν κόσμῳ πολιτεύοντες· τῆς δὲ ἐκ Διονύσου οἰκίσεως καὶ τόδε σοι γενέσθω τεκμήριον· κιττὸς γὰρ οὐκ ἄλλῃ τῆς Ἰνδῶν γῆς φυόμενος παρ΄ ἡμῖν φύεται.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale