.

Alessandro gratifica i suoi soldati - Arriano versione greco

GRECO - Versioni greco - Arriano

 

Alessandro gratifica i suoi soldati

VERSIONE DI GRECO di Arriano

questa versione è visibile ai soli utenti registrati

 

Ἔδωκεν δὲ καὶ δῶρα ἄλλοις ἄλλα͵ ὅπως τις κατ΄ἀξίωσιν ἐτιμᾶτο ἢ κατ΄ ἀρετὴν εἴ τις ἐπιφανὴς ἐγεγόνει ἐν τοῖς κινδύνοις. καὶ ἐστεφάνωσε χρυσοῖςστεφάνοις τοὺς ἀνδραγαθίᾳ διαπρέποντας͵ πρῶτον μὲν Πευκέσταν τὸν ὑπερασπίσαντα͵ ἔπειτα Λεοννάτον͵ καὶτοῦτον ὑπερασπίσαντα͵ καὶ διὰ τοὺς ἐν Ἰνδοῖς κινδύνους καὶ τὴν ἐν Ὤροις νίκην γενομένην͵ ὅτι παραταξάμενος σὺν τῇ ὑπολειφθείσῃ δυνάμει πρὸς τοὺς νεωτερίζοντας τῶν τε Ὠρειτῶν καὶ τῶν πλησίον τούτωνᾠκισμένων τῇ τε μάχῃ ἐκράτησε καὶ τὰ ἄλλα καλῶς ἔδοξε τὰ ἐν Ὤροις κοσμῆσαι. ἐπὶ τούτοις δὲ Νέαρχονἐπὶ τῷ περίπλῳ τῷ ἐκ τῆς Ἰνδῶν γῆς κατὰ τὴν μεγάλην θάλασσαν ἐστεφάνωσε· καὶ γὰρ καὶ οὗτος ἤδηἀφιγμένος ἐς Σοῦσα ἦν· ἐπὶ τούτοις δὲ Ὀνησίκριτοντὸν κυβερνήτην τῆς νεὼς τῆς βασιλικῆς· ἔτι δὲἩφαιστίωνα καὶ τοὺς ἄλλους τοὺς σωματοφύλακας.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale