.

Alessandro trasporta la sua flotta dall'Indo all'Idaspe - Arriano versione greco nuova edizione

GRECO - Versioni greco - Arriano

 

 

Alessandro trasporta la sua flotta dall'Indo all'Idaspe

VERSIONE DI GRECO di Arriano

TRADUZIONE dal libro Greco nuova edizione

questa versione è visibile ai soli utenti registrati

 

Ἐπέκεινα γὰρ τοῦ Ὑδάσπου Πῶρος αὐτῷ εἶναι ἐξηγγέλλετο ξὺν τῇ στρατιᾷ πάσῃ ἐγνωκὼς εἴργειν τοῦ πόρου αὐτὸν ἢ περῶντι ἐπιτίθεσθαι. ταῦτα ὡς ἔγνω Ἀλέξανδρος͵ Κοῖνον μὲν τὸν Πολεμοκράτους πέμψας ὀπίσω ἐπὶ τὸν Ἰνδὸν ποταμὸν τὰ πλοῖα ὅσα παρ εσκεύαστο αὐτῷ ἐπὶ τοῦ πόρου τοῦ Ἰνδοῦ ξυντεμόντα κελεύει φέρειν ὡς ἐπὶ τὸν Ὑδάσπην ποταμόν. καὶ ξυνετμήθη τε τὰ πλοῖα καὶ ἐκομίσθη αὐτῷ͵ ὅσα μὲν βραχύτερα διχῇ διατμηθέντα͵ αἱ τριακόντοροι δὲ τριχῇ ἐτμήθησαν͵ καὶ τὰ τμήματα ἐπὶ ζευγῶν διεκομίσθη ἔστε ἐπὶ τὴν ὄχθην τοῦ Ὑδάσπου κἀκεῖ ξυμπηχθέντα ναυτικὸν αὖθις δὴ ὁμοῦ ὤφθη ἐν τῷ Ὑδάσπῃ. αὐτὸς δὲ ἀναλαβὼν ἥν τε δύναμιν ἔχων ἧκεν ἐς Τάξιλα καὶ πεντακισχιλίους τῶν Ἰνδῶν͵ οὓς Ταξίλης τε καὶ οἱ ταύτῃ ὕπαρχοι ἦγον͵ ᾔει ὡς ἐπὶ τὸν Ὑδάσπην ποταμόν.Καὶ Ἀλέξανδρός τε κατεστρατοπέδευσεν ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου͵ καὶ Πῶρος κατὰ τὴν ἀντιπέρας ὄχθην ὤφθη ξὺν πάσῃ τῇ στρατιᾷ καὶ τῶν ἐλεφάντων τῷ στίφει.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale