

GRECO - Versioni greco - Arriano
Le DOTI DI ALESSANDRO MAGNO
VERSIONE DI GRECO DI ARRIANO
TRADUZIONE DAL LIBRO didaxis
καὶ τὸν θυμὸν τοῖςστρατιώταις ἐπᾶραι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι καὶτὸ δεῖμα ἐν τοῖς κινδύνοις τῷ ἀδεεῖ τῷ αὑτοῦ ἀφανίσαι͵ξύμπαντα ταῦτα γενναιότατος. καὶ οὖν καὶ ὅσα ἐντῷ ἐμφανεῖ πρᾶξαι͵ ξὺν μεγίστῳ θάρσει ἔπραξεν͵ ὅσατε φθάσας ὑφαρπάσαι τῶν πολεμίων͵ πρὶν καὶ δεῖσαίτινα αὐτὰ ὡς ἐσόμενα͵ προλαβεῖν δεινότατος· καὶ τὰμὲν ξυντεθέντα ἢ ὁμολογηθέντα φυλάξαι βεβαιότατος͵πρὸς δὲ τῶν ἐξαπατώντων μὴ ἁλῶναι ἀσφαλέστατος͵χρημάτων τε ἐς μὲν ἡδονὰς τὰς αὑτοῦ φειδωλότατος͵ἐς δὲ εὐποιΐαν τῶν πέλας ἀφθονώτατος.Εἰ δέ τι ἐπλημμελήθη Ἀλεξάνδρῳ δι΄ ὀξύτητα ἢὑπ΄ ὀργῆς͵ ἢ εἴ τι ἐς τὸ ὑπερογκότερον προήχθη βαρβαρίσαι͵ οὐ μεγάλα τίθεμαι ἔγωγε͵ εἰ τὴν νεότητά τέτις τὴν Ἀλεξάνδρου μὴ ἀνεπιεικῶς ἐνθυμηθείη καὶ τὸδιηνεκὲς τῆς εὐτυχίας καὶ τοὺς πρὸς ἡδονήν͵ οὐκ ἐπὶτῷ βελτίστῳ͵ τοῖς βασιλεῦσι ξυνόντας τε καὶ ἐπὶ κακῷξυνεσομένους· ἀλλὰ μεταγνῶναί γε ἐφ΄ οἷς ἐπλημμέλησε μόνῳ οἶδα τῶν πάλαι βασιλέων Ἀλεξάνδρῳ ὑπάρξαι ὑπὸ γενναιότητος. οἱ δὲ πολλοί͵ εἰ καί τιἔγνωσαν πλημμελήσαντες͵ οἱ δὲ τῷ προηγορεῖν αὐτοῦ͵ὡς καλῶς δὴ πραχθέντος͵ ἐπικρύψειν οἴονται τὴνἁμαρτίαν͵ κακῶς γιγνώσκοντες. μόνη γὰρ ἔμοιγε δοκεῖἴασις ἁμαρτίας ὁμολογεῖν τε ἁμαρτόντα καὶ δῆλον εἶναιἐπ΄ αὐτῷ μεταγιγνώσκοντα͵ ὡς τοῖς τε παθοῦσί τι ἄχαριοὐ πάντῃ χαλεπὰ τὰ παθήματα φαινόμενα͵ εἰ ὁ δράσαςαὐτὰ ξυγχωροίη ὅτι οὐ καλὰ ἔδρασεν͵ αὐτῷ τέ τινιἐς τὸ μέλλον ταύτην ἐλπίδα ἀγαθὴν ὑπολειπομένην͵μή ποτε ἂν παραπλήσιόν τι ἁμαρτεῖν͵ εἰ τοῖς πρόσθεν πλημμεληθεῖσιν ἀχθόμενος φαίνοιτο. ὅτι δὲ ἐς θεὸντὴν γένεσιν τὴν αὑτοῦ ἀνέφερεν͵ οὐδὲ τοῦτο ἐμοὶδοκεῖ μέγα εἶναι αὐτῷ τὸ πλημμέλημα͵ εἰ μὴ καὶσόφισμα ἦν τυχὸν ἐς τοὺς ὑπηκόους τοῦ σεμνοῦ ἕνεκα
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale