questo è il testo completo, per la traduzione attendi Giada
Ἀννίβας δὲ νίκην ἀρίστην τε καὶ σπάνιον ἐξενεγκάμενος ἡμέρας μιᾶς στρατηγήμασι τέσσαρσι, τοῦ τε πνεύματος τῇ φορᾷ καὶ τοῖς ὑποκριθεῖσιν αὐτομολεῖν καὶ τοῖς προσποιηθεῖσι φεύγειν καὶ τοῖς ἐν μέσαις ταῖς φάραγξι κεκρυμμένοις, εὐθὺς ἀπὸ τοῦ ἔργου τοὺς πεσόντας ἐπῄει, θεώμενος δὲ τῶν φίλων τοὺς ἀρίστους ἀνῃρημένους ᾤμωξε, καὶ δακρύσας εἶπεν οὐ χρῄζειν ἑτέρας τοιᾶσδε νίκης. Ὃ καὶ Πύρρον φασὶν εἰπεῖν πρὸ αὐτοῦ, τὸν Ἠπείρου βασιλέα, Ῥωμαίων κἀκεῖνον ἐν Ἰταλίᾳ κρατοῦντα σὺν ὁμοίᾳ ζημίᾳ. Τῶν δὲ φυγόντων ἐκ τῆς μάχης οἱ μὲν ἐν τῷ μείζονι στρατοπέδῳ στρατηγὸν αὑτῶν ἑσπέρας ἑλόμενοι Πόπλιον Σεμπρώνιον, ἐβιάσαντο τοὺς Ἀννίβου φύλακας ὕπνου καὶ κόπου πλήρεις ὄντας, καὶ διέδραμον ἐς Κανύσιον περὶ μέσας νύκτας, ἀμφὶ τοὺς μυρίους, οἱ δ' ἐν τῷ βραχυτέρῳ πεντακισχίλιοι τῆς ἐπιούσης ἡμέρας ἐλήφθησαν ὑπὸ τοῦ Ἀννίβου. Τερέντιος δὲ στρατὸν ἀγείρας τοὺς διερριμμένους ἐπειρᾶτο παραθαρρύνειν, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τῶν χιλιάρχων τινὰ Σκιπίωνα ἐς Ῥώμην διέδραμεν.