"Giovanile ardore di Annibale" Polibio.
Pag. 160 n° 80 del Tàxis.
La riporto tutta (quanto consigliatomi da Giada)
Ὁ δ' Ἀννίβας, ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμιχῆς ὁρμῆς, ἐπιτυχὴς δ' ἐν ταῖς ἐπιβολαῖς, πάλαι δέ παρωρμημένος πρός τὴν κατὰ Ῥωμαίων ἒχθραν, πρòς μὲν ἐκείνους, ὡς κηδόμενος Ζακανθαίων, ἐνεκάλει Ῥωμαίοις διότι μικροῖς ἒμπροσθεν χρόνοις, στασιαζόντων αὐτῶν, λαβόντες τὴν ἐπιτροπὴν ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων ' οὔς οὐ περιόψεσθαι παρεσπονδημένους ' πάτριον γάρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν ' πρὸς δὲ Καρχηδονίους διεπέμπετο, πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφ' αὑτούς ταττομένων ἀδικοῦσι. Καθόλου δ' ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου ' διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δ' εἰς προφάσεις ἀλόγους ' ἃπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμάς ὀλιγωροῦντες τοῦ καθήκοντος.
Questa è tutta la versione che Giada non ha, potete aiutarmi nella traduzione?