Hai traduzione per caso?
[48] ἐϰεῖνο δ' οὖν φανερόν, ὅτι δεῖ τοὺς βουλομένους ἢ ποιεῖν ἢ γράφειν τι ϰεχαρισμένον τοῖς πολλοῖς μὴ τοὺς ὠφελιμωτάτους τῶν λόγων ζητεῖν, ἀλλὰ τοὺς μυϑωδεστάτους· ἀϰούοντες μὲν γὰρ τῶν τοιούτων χαίρουσι, ϑεωροῦντες δὲ τοὺς ἀγῶνας ϰαὶ τὰς ἁμίλλας. διὸ ϰαὶ τὴν Ὁμήρου ποίησιν ϰαὶ τοὺς πρώτους εὑρόντας τραγῳδίαν ἄξιον ϑαυμάζειν, ὅτι ϰατιδόντες τὴν φύσιν τὴν τῶν ἀνϑρώπων ἀμφοτέραις ταῖς ἰδέαις ταύταις ϰατεχρήσαντο πρὸς τὴν ποίησιν. [49] ὁ μὲν γὰρ τοὺς ἀγῶνας ϰαὶ τοὺς πολέμους τοὺς τῶν ἡμιϑέων ἐμυϑολόγησεν, οἱ δὲ τοὺς μύϑους εἰς ἀγῶνας ϰαὶ πράξεις ϰατέστησαν, ὥστε μὴ μόνον ἀϰουστοὺς ἡμῖν ἀλλὰ ϰαὶ ϑεατοὺς γενέσϑαι. τοιούτων οὖν παραδειγμάτων ὑπαρχόντων, δέδειϰται τοῖς ἐπιϑυμοῦσι τοὺς ἀϰροωμένους ψυχαγωγεῖν, ὅτι τοῦ μὲν νουϑετεῖν ϰαὶ συμβουλεύειν βουλεύειν ἀφεϰτέον, τὰ δὲ τοιαῦτα λεϰτέον οἷς ὁρῶσι τοὺς ὄχλους μάλιστα χαίροντας.