Ῥωμαῖοι δ', ἕως μὲν αὐτοῖς ὁ Αἰμίλιος καὶ ὁ Σερουίλιος περιῆσαν, πολλὰ δρῶντές τε καὶ πάσχοντες ὄμως ὑπέμενον ἐν τάξει: ἐπεὶ δ' ἔπεσον αὐτῶν οἱ στρατηγοί, διὰ μέσων βιαζόμενοι τῶν ἐχθρῶν μάλα καρτερῶς κατὰ μέρη διέφευγον, οἱ μέν, ἔνθαπερ οἱ πρὸ αὐτῶν ἐπεφεύγεσαν, ἐς τὰ στρατόπεδα δύο ὄ;ντα: καὶ σύμπαντες οἵδε ἐγένοντο ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, οἷς ὁ Ἀννίβας φυλακὴν ἐπέστησεν: οἱ δ' ἐς Κάννας, περὶ δισχιλίους, καὶ παρέδωκαν ἑαυτοὺς οἵδε οἱ δισχίλιοι τῷ Ἀννίβᾳ. ὀλίγοι δ' ἐς Κανύσιον διέδρασαν, καὶ οἱ λοιποὶ κατὰ μέρος ἐσκεδάσθησαν ἀνὰ τὰς ὕλας. Τοῦτο τέλος ἦν τῆς ἐπὶ Κάνναις Ἀννίβου τε καὶ Ῥωμαίων μάχης, ἀρξαμένης μὲν ὑπὲρ ὥραν δευτέραν, ληξάσης δὲ πρὸ δύο τῆς νυκτὸς ὡρῶν, οὔσης δ' ἔτι νῦν ἀοιδίμου Ῥωμαίοις ἐπὶ συμφορᾷ
la traduzione la trovi sul nostro sito cliccando
/versioni-appiano/la-battaglia-di-canne-si-avvia-alla-conclusione.html