da farfallinag » 10 set 2011, 14:25
Scusami, la versione è di plutarco, e questo è inizio e fine.
Καθαπερ γαρ ο Σωκρατης παρηνει φυλαττεσθαι των βρωματων οσα μη πεινοντας.....
.... παρακαθησθαι προεμενον πολλα των σπουδης αξιων.
grazie 1000!
καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. ὁ γοῦν Κῦρος οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος 'οὐκοῦν' ἔφη 'διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν καὶ θεᾶσθαι καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων.'