Il testo è questo?
senti gradirei sapere se la tua è una versione (in questo caso vorrei sapere come si intitola)
[55] ἔχετε, ἕτεροι δὲ τὰς τιμὰς ἔχουσιν. καὶ τὰ μὲν περὶ τἄλλ' οὐκ ἄξιον ἐξετάσαι νῦν· ἀλλ' ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει ὡς οὐ δεῖ ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἑξῆς τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην δύναμιν ὡς χαλεπόν, καὶ 'διαρπάζειν τινὲς τὰ χρήματα βούλονται,' καὶ[56] ἄλλους λόγους ὡς οἷόν τ' ἀληθεστάτους λέγουσιν. ἀλλὰ δεῖ δήπου τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γ' ἀφ' ὑμῶν ὑπάρχει· νομίζειν δ' εἶναι χαλεπὰ οὐχ ὅσ' ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλ' ἃ πεισόμεθα, ἂν μὴ ταῦτ' ἐθέλωμεν ποιεῖν, καὶ τὸ 'διαρπασθήσεται τὰ χρήματα' τῷ φυλακὴν εὑρεῖν δι' ἧς σωθήσεται [57] κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀποστῆναι.