è questo il testo intero?
Ὀκτωκαιδεκάτωι δὲ μετά τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμωι τοὺς οἰκείους. καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων· πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἢ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλουμνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο· καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. καὶ δεύτερος οὗτος