da Klau_x » 15 apr 2013, 13:34
Τὰ δὲ Συρακοσίων πράγματα πρὸ τῆς Τιμολέοντος εἰς Σικελίαν [2] ἀποστολῆς οὕτως εἶχεν. ἐπεὶ Δίων μὲν ἐξελάσας Διονύσιον τὸν τύραννον εὐθὺς ἀνῃρέθη δόλῳ, καὶ διέστησαν οἱ σὺν Δίωνι Συρακοσίους ἐλευθερώσαντες, ἡ δὲ πόλις ἄλλον ἐξ ἄλλου μεταβάλλουσα συνεχῶς τύραννον ὑπὸ [3] πλήθους κακῶν μικρὸν ἀπέλειπεν ἔρημος εἶναι, τῆς δ' ἄλλης Σικελίας ἡ μὲν ἀνάστατος καὶ ἄπολις παντάπασιν ἤδη διὰ τοὺς πολέμους ὑπῆρχεν, αἱ δὲ πλεῖσται πόλεις ὑπὸ βαρβάρων μιγάδων καὶ στρατιωτῶν ἀμίσθων [4] κατείχοντο, ῥᾳδίως προσιεμένων τὰς μεταβολὰς τῶν δυναστειῶν, Διονύσιος ἔτει δεκάτῳ ξένους συναγαγὼν καὶ τὸν τότε κρατοῦντα τῶν Συρακοσίων Νυσαῖον ἐξελάσας ἀνέλαβε τὰ πράγματα πάλιν καὶ καθειστήκει τύραννος ἐξ ἀρχῆς,