da miscappalapipi » 16 apr 2013, 14:05
Se vi serve il testo in greco ecco a voi il link..è la seconda!Per favore,grazie in anticipo:)
Ὁ μὲν ο̣ὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει, καὶ ὥ̣ςπερ τις ἀριςτεὺς ἐν πολέμῳ τρωθεὶς καιρίαν, καὶ καταπεσεῖν μὲν αἰδούμενος, στῆναι δὲ μὴδυνάμενος. ἡ δὲ παρθένο̣ς τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα, "σύ μοι, δέ̣ςποινα" εἶπε, "δὸς ἄνδρα τοῦτον ὃνἔδειξ̣ας." νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκαίετο. δεινότερον δ´ ἔπασχεν ἡ παρθένος διὰτὴν σιωπήν, αἰδο̣υμένη κατάφωρος γενέσθαι. Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γ̣ονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρόης γ̣άμο̣υμὴ τυχών. ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ "οἴχῃ δή μοι, τέκνον" ἔφη· "δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶβασιλεῖς. οὔκουν οὐδὲ πειρᾶσθαί σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν." εἶθ´ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δὲ ηὔξετο τὸ κακὸν ὥστε μηδὲ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς. ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν. ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. πολυπραγμονοῦντεςδὲτὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.