da Francy Riardo » 6 mag 2013, 14:51
πλεῖστοι μὲν οὖν κατηγοροῦσιν ἀμφοῖν τοῖν πολέοιν, ὅτι προσποιούμεναι κινδυνεῦσαι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων οὐκ εἴασαν τὰς πόλεις αὐτονόμους εἶναι καὶ διοικῆσαι τὰ σφέτερ' αὐτῶν ὅπως ἑκάστῃ συνέφερεν, ἀλλ' ὥσπερ αἰχμαλώτους εἰληφυῖαι διελόμεναι κατεδουλώσαντο πάσας αὐτάς, καὶ παραπλήσιον ἐποίησαν τοῖς παρὰ μὲν τῶν ἄλλων τοὺς οἰκέτας εἰς ἐλευθερίαν ἀφαιρουμένοις, σφίσι δ' αὐτοῖς δουλεύειν ἀναγκάζουσιν. τοῦ δὲ λέγεσθαι ταῦτα καὶ πολὺ πλείω καὶ πικρότερα τούτων οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, ἀλλ' οἱ νῦν μὲν ἐν τοῖς λεγομένοις ἡμῖν ἀντιτεταγμένοι, τὸν δ' ἄλλον χρόνον ἐν τοῖς πραττομένοις ἅπασιν. τοὺς μὲν γὰρ ἡμετέρους προγόνους οὐδεὶς ἂν ἐπιδείξειεν ἐν τοῖς ἐπέκεινα χρόνοις τοῖς ἀναριθμήτοις οὐδεμιᾶς πόλεως οὔτε μείζονος οὔτ' ἐλάττονος ἄρχειν ἐπιχειρήσαντας: Λακεδαιμονίους δὲ πάντες ἴσασιν, ἀφ' οὗ περ εἰς Πελοπόννησον εἰσῆλθον, οὐδὲν ἄλλο πράττοντας οὐδὲ βουλευομένους πλὴν ὅπως μάλιστα μὲν ἁπάντων ἄρξουσιν, εἰ δὲ μή, Πελοποννησίων.
salve :3
mi servirebbe entro oggi la versione di greco di Isocrate dal libro lukeion pag 229 n168
titolo:CONFRONTO TRA LE IMPRESE DI ATENE E SPARTA
inizio:Πλειστοι μεν ουν κατηγορουσιν αμφοιν τοιν πολεοιν...
fine:...μαλιστα μεν απαντων αρξουσιν, ει δε μη, Πελοποννησιων.
grazie mille