

A Demonico: Il Sapere di Isocrate
VERSIONE DI GRECO
TRADUZIONE
questa versione è visibile ai soli utenti registrati
Ἐὰν ἦς φιλομαθής, ἔσει πολυμαθής. Ἃ μὲν ἐπιστασαι, ταῦτα διαφύλαττε ταῖς μελέταις,ἃ δέ μὴ μεμάθηκας, προσλάμβανε ταῖς ἐπιστήμαις· ὁμοίως γάρ αἰσχρὸν ἀκούσαντα χρήσιμον λόγον μὴ μαθεῖν, καὶ διδόμενόν τι ἀγαθὸν παρὰ τῶν φίλων μή λαβεῖν. καταναλίσκε τὴν ἐν τῷ βίῳ σχολὴν εἰς τὴν τῷν λόγων φιληκοΐαν· οὓτω γὰρ τὰ τοὶς ἂλλοις χαλεπῶς εὐρημένα συμβήσεται σοι ῤᾳδίως μανθάνειν. Ἠγοῦ τῶν ἀκουσμάτων πολλὰ πολλών εἶναι χρημάτων κρείττω· τὰ μὲν γὰρ ταχέως ἀπολείπει, τὰ δὲ πάντα τὸν χρόνον παραμένει· σοφία γὰρ μόνον τῶν κτημάτων ἀθάνατον. μὴ κατόκνει μακράν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους· αἰσχρόν γὰρ τοὺς μὲν ἐμπόρους τηλικαῦτα πελάγη διαπεᾶν ἕνεκα τοῦ πλείω ποιῆσαι τὴν ὑπάρχουσαν οὐσίαν, τοὺς δὲ νεωτέρους μηδὲ τὰς κατὰ γῆν πορείας ὑπομένειν ἐπì τῷ βελτίω καταστῆσαι τὴν αὑτῶν διάνοιαν.
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale