

Versioni divise per LIBRI di testo - Greco - LABORATORIO DI GRECO- versioni greco tradotte
Bilancio di una vita
VERSIONE DI GRECO di Isocrate
TRADUZIONE dal libro Laboratorio di greco
questa versione è visibile ai soli utenti registrati
ἐγὼ γὰρ μετεσχηκὼς τῶν μεγίστων ἀγαθῶν, ὧν ἅπαντες ἂν εὔξαιντο μεταλαβεῖν, πρῶτον μὲν τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑγιείας οὐχ ὡς ἔτυχον, ἀλλ' ἐναμίλλως τοῖς μάλιστα περὶ ἑκάτερον τούτων εὐτυχηκόσιν, ἔπειτα τῆς περὶ τὸν βίον εὐπορίας, ὥστε μηδενὸς πώποτ' ἀπορῆσαι τῶν μετρίων μηδ' ὧν ἄνθρωπος ἂν νοῦν ἔχων ἐπιθυμήσειεν, [8] ἔτι τοῦ μὴ τῶν καταβεβλημένων εἷς εἶναι μηδὲ τῶν κατημελημένων, ἀλλ' ἐκείνων περὶ ὧν οἱ χαριέστατοι τῶν Ἑλλήνων καὶ μνησθεῖεν ἂν καὶ διαλεχθεῖεν ὡς σπουδαίων ὄντων,--τούτων ἁπάντων μοι συμβεβηκότων τῶν μὲν ὑπερβαλλόντως τῶν δ' ἐξαρκούντως οὐκ ἀγαπῶ ζῶν ἐπὶ τούτοις, ἀλλ' οὕτω τὸ γῆράς ἐστι δυσάρεστον καὶ μικρολόγον καὶ μεμψίμοιρον, ὥστε πολλάκις ἤδη τήν τε φύσιν τὴν ἐμαυτοῦ κατεμεμψάμην, [9] ἧς οὐδεὶς ἄλλος καταπεφρόνηκε, καὶ τὴν τύχην ὠδυράμην, ταύτῃ μὲν οὐδὲν ἔχων ἐπικαλεῖν ἄλλο πλὴν ὅτι περὶ τὴν φιλοσοφίαν ἣν προειλόμην ἀτυχίαι τινὲς καὶ συκοφαντίαι γεγόνασι, τὴν δὲ φύσιν εἰδὼς πρὸς μὲν τὰς πράξεις ἀῤῥωστοτέραν καὶ μαλακωτέραν οὖσαν τοῦ δέοντος, πρὸς δὲ τοὺς λόγους οὔτε τελείαν οὔτε πανταχῇ χρησίμην, ἀλλὰ δοξάσαι μὲν περὶ ἑκάστου τὴν ἀλήθειαν μᾶλλον δυναμένην τῶν εἰδέναι φασκόντων, εἰπεῖν δὲ περὶ τῶν αὐτῶν τούτων ἐν συλλόγῳ πολλῶν ἀνθρώπων ἁπασῶν ὡς ἔπος εἰπεῖν ἀπολελειμμένην.
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale