

GRECO - Versioni di Greco di Luciano
ELOGIO DELLA PATRIA DI CUI NULLA è PIù DOLCE
VERSIONE DI GRECO di Luciano
TRADUZIONE dal libro Dianoia
questa versione è visibile ai soli utenti registrati
Ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει προτεθρυλημένον. ἆρ' οὖν ἥδιον μὲν οὐδέν, σεμνότερον δέ τι καὶ θειότερον ἄλλο; καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ ἀναθρεψαμένη καὶ παιδευσαμένη. πόλεων μὲν οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυμάζουσι πολλοί, πατρίδας δὲ στέργουσι πάντες· καὶ τοσοῦτον οὐδεὶς ἐξηπατήθη τῶν καὶ πάνυ κεκρατημένων ὑπὸ τῆς κατὰ τὴν θέαν ἡδονῆς, ὡς ὑπὸ τῆς ὑπερβολῆς τῶν παρ' ἄλλοις θαυμάτων λήθην ποιήσασθαι τῆς πατρίδος. [2] ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν, εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος· ἐμοὶ δὲ ἥδιον αὐτὸ τιμᾶν τὸ τῆς πατρίδος ὄνομα. πόλεις μὲν γὰρ παραβαλεῖν πειρωμένῳ προσήκει μέγεθος ἐξετάζειν καὶ κάλλος καὶ τὴν τῶν ὠνίων ἀφθονίαν· ὅπου δ' αἵρεσίς ἐστι πόλεων, οὐδεὶς ἂν ἕλοιτο τὴν λαμπροτέραν ἐάσας τὴν πατρίδα, ἀλλ' εὔξαιτο μὲν ἂν εἶναι καὶ τὴν πατρίδα ταῖς εὐδαίμοσι παραπλησίαν, ἕλοιτο δ' ἂν τὴν ὁποιανοῦν.
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale