Agesilao pronto a riprendere le armi

Ο Αγησιλαος ἤδη μὲν ἔτη ἐγεγόνει ἀμφὶ τὰ ὀγδοήκοντα· κατανενοηκὼς δὲ τὸν Αἰγυπτίων βασιλέα ἐπιθυμοῦντα τῶ Πέρση πολεμεῖν, καὶ πολλοὺς μὲν πεζούς, πολλοὺς δὲ ἱππέας, πολλὰ δὲ χρήματα ἔχοντα, ἅσμενος ἤκουσεν ὅτι μετεπέμπετο αὐτόν, καὶ ταῦτα ἡγεμονίαν ὑπισχνούμενος. ἐνόμιζε γὰρ τῆ αὐτῆ ὁρμῆ τῶ μὲν Αἰγυπτίω χάριν ἀποδώσειν ἀνθ᾽ ὧν εὐεργετήκει τὴν Λακεδαίμονα, τοὺς δ᾽ ἐν τῆ Ἀσία Ἕλληνας πάλιν ἐλευθερώσειν, τῶ δὲ Πέρση δίκην ἐπιθήσειν καὶ τῶν πρόσθεν καὶ ὅτι νῦν σύμμαχος εἶναι φάσκων ἐπέταττε Μεσσήνην ἀφιέναι. ἐπεὶ μέντοι ὁ μεταπεμψάμενος οὐκ ἀπεδίδου τὴν ἡγεμονίαν αὐτῶ, ὁ μὲν Ἀγησίλαος ὡς ἐξηπατημένος ἐφρόντιζε τί δεῖ ποιεῖν

release check: 2020-12-11 21:45:32 - flow version _RPTC_G1.1