I vantaggi dell'agricoltura

Ταῦτα δέ, ὦ Κριτόβουλε, ἐγὼ διηγοῦμα, ἔφη ὁ Σωκράτης, ὅτι τῆς γεωργίας οὐδ᾽ οἱ πάνυ μακάριοι δύνανται ἀπέχεσθαι.

ἔοικε γὰρ ἡ ἐπιμέλεια αὐτῆς εἶναι ἅμα τε ἡδυπάθειά τις καὶ οἴκου αὔξησις καὶ σωμάτων ἄσκησις εἰς τὸ δύνασθαι ὅσα ἀνδρὶ ἐλευθέρωι προσήκει.  πρῶτον μὲν γὰρ ἀφ᾽ ὧν ζῶσιν οἱ ἄνθρωποι, ταῦτα ἡ γῆ φέρει ἐργαζομένοις, καὶ ἀφ᾽ ὧν τοίνυν ἡδυπαθοῦσι, προσεπιφέρει·  ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει· ἔπειτα δὲ ὄψα πολλὰ τὰ μὲν φύει, τὰ δὲ τρέφει· καὶ γὰρ ἡ προβατευτικὴ τέχνη συνῆπται τῆι γεωργίαι, ὥστε ἔχειν καὶ θεοὺς ἐξαρέσκεσθαι θύοντας καὶ αὐτοὺς χρῆσθαι.

παρέχουσα δ᾽ ἀφθονώτατα τἀγαθὰ οὐκ ἐᾶι ταῦτα μετὰ μαλακίας λαμβάνειν, ἀλλὰ ψύχη τε χειμῶνος καὶ θάλπη θέρους ἐθίζει καρτερεῖν.

Queste cose io ti spiego, disse Socrate a Critobulo, cioè che neppure le persone molto felici sono in grado di fare a meno dell'agricoltura.

La cura di essa sembra essere infatti non solo fonte di piacere ma anche di crescita per la casa e d'esercizio per il corpo per poter fare tutto ciò che conviene ad un uomo libero....(continua)

release check: 2020-12-11 21:44:55 - flow version _RPTC_G1.1