

GRECO - versioni di greco - APOLLODORO
Ἀσκληπιὸς Ἀπόλλωνος παῖς ἦν καὶ Κορωνίδος. Τοῦτον, τῆς μητρὸς ἀποθανούσης, ἔτι βρέφος ὄντα πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκεν Ἀπόλλων, παρ᾿ᾧ τρεφόμενος καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν ἐδιδάχθη. Καὶ γενόμενος χειρουργικὸς καὶ τὴν τέχνην ἀσκήσας ἐπὶ πολὺ οὐ μόνον ἐκώλυέ τινας ἀποθνήσκειν, ἀλλ᾿ἀνήγειρε καὶ τοὺς ἀποθανόντας. Παρὰ γὰρ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργοῦς ῥυὲν ἇμα, τὸ μὲν ἐκ τῶν ἀριστερῶν ῥυὲν πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τὸ δὲ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν. Καὶ διὰ τούτου τοὺς τεθνηκότας ἀνήγειρεν. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν Ἀπόλλω εἰς Τάρταρον, δεηθείσης δὲ Λητοῦς, ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι.

| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale