

GRECO - versioni di greco - APOLLODORO
DEUCALIONE E PIRRA SUL PARNASO
VERSIONE DI GRECO di Apollodoro
questa versione è visibile ai soli utenti registrati
Δευκαλίων ὑποθεμένου Προμηθέως, ἐπεὶ δὲ ἀφανίσαι Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος, τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἴ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφ’ ἡμέρας ἐννέα τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβἆς θύει Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἱρεῖσθαι ὅ τι βούλεται, ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. Καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αίρων λίθους, καὶ οὒς μὲν ἔβαλε Δευκαλίων, άνδρες ἐγενοντο οὓς δὲ Πύρρα, γυναῖκες.
La traduzione nella pagina seguente è completa di paradigmi
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale