

Doppio matrimonio in famiglia
Versione di Iseo
traduzione dal libro taxis
Ὁ πατὴρ ὁ ἡμέτερος φίλος ἦν καὶ ἐπιτήδειος Μενεκλεῖ καὶ ἐχρῆτο οἰκείως· ἦμεν δὲ αὐτῷ παῖδες τέτταρες ἡμεῖς, δύο μὲν υἱεῖς, δύο δὲ θυγατέρες. Τελευτήσαωντος δὲ τοῦ πατρός, ἐκδίδομεν ἡμεῖς τὴν πρεσβυτέραν ἀδελφήν, ἐπειδὴ εἶχεν ὤραν, Λευκολόφῳ, προῖκα ἐπιδόντες εἴκοσι μνᾶς. Καὶ ἀπ'ἐκείνου τοῦ χρόνου τετάρτῳ ἔτει ἢ πέμπτῳ ὕστερον ἥ τε ἀδελφὴ ἡμῖν ἡ νεωτέρα σϰεδὸν ἡλικίαν εἶχεν ἀνδρὶ συνοικεῖν, καὶ τῷ Μενεκλεῖ ἡ γυνὴ τελευτᾷ ἣν εἶχε πρότερον. Ἐπειδὴ οὖν ἐκείνῃ τὰ νομιζόμενα ἐποίησεν ὁ Μενεκλῆς, ᾔτει τὴν ἀδελφήν ἡμᾶς, ὑπομιμνᾑσκων τὴν τε φιλίαν τοῦ πατρὸς καὶ ἑαυτοῦ, καὶ ὡς πρὸς ἡμᾶς αὐτοὺς ἦν διακείμενος· καὶ ἡμεῖς εἰδότες ὅτι καὶ ὁ πατὴρ οὐδενὶ ἂν ἔδωκεν ἥδιον ἢ ἐκείνῳ, δίδομεν αὐτῷ, οὐκ ἄπροικον, ὡς οὗτος λέγει ἑκάστοτε, ἀλλὰ τὴν ἴσην προῖκα ἐπιδόντες ἥνπερ καὶ πρεσβυτέρᾳ ἀδελφῇ ἐπέδομεν.
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale