La morte di Pelopida- Versioni greco di Plutarco da Gymnasion

La morte di Pelopida
Versione greco Plutarco
traduzione libro Gymnasion

Το μεν ουν Θηβαιων τους παροντας επι τη του Πελοπιδου τελευτη βαρεως φερειν, πατερα και σωτηρα και διδασκαλον των μεγιστων και καλλιστων αγαθων αποκαλουντας εκεινον, ου πανυ θαυμαστον ην· οι δε Θεσσαλοι και οι συμμαχοι ετι μαλλον εδηλωσαν τοις παθεσι την προς τον ανδρα χαριν. Τους μεν γαρ παραγεγονοτας τω εργω λεγουσιν, ως επυθοντο την εκεινου τελευτην, επιτρεχοντας επι τον νεκρον ωσπερ αισθανομενον, τα των πολεμιων κυκλω περι το σωμα σωρευειν λαφυρα, απελθοντας δε πολλους επι σκηνας μητε πυρ αναψαι μητε δειπνον ελεσθαι, σιγην δε και κατηφειαν ειναι του στρατοπεδου παντος, ωσπερ ου νενικηκοτων επιφανεστατην νικην και μεγιστην, αλλα της βαρυτατης και πικροτατης δουλειας τετυχηκοτων. Εκ δε των πολεων, ως απηγγελθη ταυτα, παρησαν αι τε αρχαι και μετ' αυτων εφηβοι και παιδες και ιερεις προς την υποδοχην του σωματος, τροπαια και στεφανους και πανοπλιας χρυσας επιφεροντες.

Copyright © 2007-2014 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski - wetrine.it © 2010-2014. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.