

Gli speculatori vanno condannati a morte
VERSIONE DI GRECO di Lisia
TRADUZIONE dal libro Agon
questa versione è visibile ai soli utenti registrati
ἐνθυμεῖσθε δὲ ὅτι ἐκ ταύτης τῆς τέχνης πλεῖστοι περὶ τοῦ σώματός εἰσιν ἠγωνισμένοι: καὶ οὕτω μεγάλα ἐξ αὐτῆς ὠφελοῦνται, ὥστε μᾶλλον αἱροῦνται καθ᾽ ἑκάστην ἡμέραν περὶ τῆς ψυχῆς κινδυνεύειν ἢ παύεσθαι παρ᾽ ὑμῶν ἀδίκως κερδαίνοντες. καὶ μὲν δὴ οὐδ᾽ ἐὰν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ μᾶλλον τῶν τε πολιτῶν οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνῃσκον, καὶ τοὺς ἐμπόρους ἐφ᾽ οὓς οὗτοι συνέστησαν: οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην παρὰ τούτων λαμβάνοντες. εἰ δὲ μή, τίν᾽ αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται ὅτι τῶν καπήλων οἳ τοῖς εἰσπλέουσιν ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηφίσασθε; οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν: περὶ μὲν γὰρ τῶν ἄλλων τῶν ἀδικούντων, ὅτε δικάζονται, δεῖ παρὰ τῶν κατηγόρων πυθέσθαι, τὴν δὲ τούτων πονηρίαν ἅπαντες ἐπίστασθε. ἐὰν οὖν τούτων καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε: εἰ δὲ μή, τιμιώτερον.
| HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito |
Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale