.

Ammirazione di Tissaferne per Alcibiade - Plutarco versione greco

GRECO - Versioni di greco - PLUTARCO

 

 

Ammirazione di Tissaferne per Alcibiade

VERSIONE DI GRECO di Plutarco e
TRADUZIONE

questa versione è visibile ai soli utenti registrati

 

Τισσαφέρνῃ δὲ τῷ βασιλέως σατράπῃ δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας, εὐθὺς ἦν παρ' αὐτῷ πρῶτος καὶ μέγιστος. Τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος, οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος· ταῖς δὲ καθ' ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ τοῖς δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε. Τἆλλα γοῦν ὠμὸς ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισσαφέρνης οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος, ὥσθ' ὑπερβάλλειν αὐτὸς ἀντικολακεύων ἐκεῖνον. Ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον λειμώνων καὶ ὑδάτων ὑγιεινῶν ἕνεκα, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο· καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale