Battute salaci di Cicerone - Versione greco

Τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἢ πρὸς ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δ’ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνῆγε μῖσος αὐτῷ.γραφεινδὲ καὶ τούτων ὀλίγα.

Λευκίου δὲ Κόττα τὴν τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δ’ ὄντος, ὑπατείαν μετιὼν ὁ Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, „ὀρθῶς φοβεῖσθε“ ἔφη „μή μοι γένηται χαλεπὸς ὁ τιμητὴς ὅτι ὕδωρ πίνω“.

Βοκωνίῳ δ’ ἀπαντήσας, ἄγοντι μεθ’ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας, ἀνεφθέγξατο· "Φοίβου ποτ’ οὐκ ἐῶντος ἔσπειρεν τέκνα".Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν σύγκλητον ἐξαναγνόντος, μὴ θαυμάζετε“ εἶπε· „καὶ αὐτὸς εἷς εις εστι υπερ της ελευθεριας λεγοντων"

release check: 2020-06-29 18:24:05 - flow version _RPTC_G1.1