Bisogna rimproverare un amico con sincerità ma anche con discrezione - Plutarco versione greco

Bisogna rimproverare un amico con sincerità
ma anche con discrezione
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro dianoia

Ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος.

ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, "οὐκ ἄμεινον ἦν, " ὁ Πλάτων ἔφη, "ἰδίᾳ ταῦτα λελέχθαι; " καὶ ὁ Σωκράτης "σὺ δ' οὐκ ἄμεινον, " εἶπεν, "ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτ' εἰπών; " Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι.

δεῖ γὰρ ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν μηδ' ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν.

οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες

release check: 2020-06-29 18:23:01 - flow version _RPTC_G1.1