Consigli Politici - Plutarco - Moralia - Praecepta gerendae rei publicae

CONSIGLI POLITICI - PLUTARCO
ΠΟΛΙΤΙΚΑ ΠΑΡΑΓΓΕΛΜΑΤΑ -Praecepta gerendae rei publicae

[798] Εἰ πρὸς ἄλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχον, ὦ Μενέμαχε, τῷ οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων, [b] καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδ' ὑποτιθεμένους· ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως τῆς εὐγενείας ἐν τῇ πατρίδι

μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων,

ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων [c]...

Πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ

ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ μὴ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς ἢ πράξεων ἑτέρων ἀπορίας....

λευκᾶς καθύπερθε γαλάνας
εὐπρόσωποι σφᾶς παρήισαν ἔρωτες ναΐας
κλαΐδος χαραξιπόντου δαιμονίαν ἐς ὕβριν.

οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ [e] μετανοεῖν καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ...

[b] Οὕτω δὴ τὴν προαίρεσιν ἀπερείσαντας ἐν ἑαυτοῖς καὶ ποιήσαντας ἄτρεπτον καὶ δυσμετάθετον, τρέπεσθαι χρὴ πρὸς κατανόησιν τοῦ ἤθους τῶν πολιτῶν, ὃ μάλιστα συγκραθὲν ἐκ πάντων ἐπιφαίνεται καὶ ἰσχύει....

Τὸ μὲν οὖν τῶν πολιτῶν ἦθος ἰσχύοντα δεῖ καὶ πιστευόμενον ἤδη πειρᾶσθαι ῥυθμίζειν ἀτρέμα [b] πρὸς τὸ βέλτιον ὑπάγοντα καὶ πράως μεταχειριζόμενον· ἐργώδης γὰρ ἡ μετάθεσις τῶν πολλῶν....

[f] εἰκότως οὖν Λιούιος Δροῦσος ὁ δημαγωγὸς εὐδοκίμησεν ὅτι, τῆς οἰκίας αὐτοῦ πολλὰ μέρη κάτοπτα τοῖς γειτνιῶσιν ἐχούσης καὶ τῶν τεχνιτῶν...

Τί οὖν δή; οὐχὶ καὶ τοῖς ἀσελγῶς καὶ τεθρυμμένως ζῶσιν αἱ πόλεις χρῶνται; καὶ γὰρ αἱ κιττῶσαι λίθους καὶ οἱ ναυτιῶντες ἁλμυρίδας καὶ τὰ...

λαβοῦ, λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου,
μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον·
καὶ πάλιν αἰτοῦντα λεκάνην καὶ πτερόν, ὅπως ἐμέσῃ, λέγοντα
προσίσταταί μου πρὸς τὸ βῆμα Μαντίας
καὶ
βόσκει δυσώδη Κέφαλον, ἐχθίστην νόσον.

ὁ δὲ Ῥωμαίων δῆμος, ὑπισχνουμένου τι Κάρβωνος καὶ προστιθέντος ὅρκον δή τινα καὶ ἀράν, ἀντώμοσεν ὁμοῦ μὴ πιστεύειν....

Οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον κάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ σύμπαν, ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας μὴ δημιουργὸν ἀλλά τοι συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου

τρόπος ἔσθ' ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος·

καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος· εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν τὸ πλοῖον οὐ τὸ πηδάλιον, [d] καὶ τὸν ἱππέα στρέφειν τὸν...

οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσιν,

[e] οὐδὲ Διὸς Βουλαίου μόνον ἔχρῃζον οὐδ' Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν

ἣ δὴ βασιλεῦσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ,

πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν...

εἴθ' ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν·
[802] [a] καὶ
φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ' ἀνθρώποις ἔχειν
φωνήν, ἵν' ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν.

ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον...

ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει,

προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δ' ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, [c] κοσμεῖ τὴν πόλιν....

Ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων·...

μηδ' ὁ Ταντάλου λίθος
τῆσδ' ὑπὲρ νήσου κρεμάσθω·

καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης [b] καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον....

οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.

Οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς [c] ὕβριν ἢ βωμολοχίαν, ἀλλὰ χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο....

[f] Μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς τοὺς πολλοὺς μετ' ἀσφαλείας, εἰδὼς ὅτι καὶ Περικλῆς ἐκεῖνος εὔχετο...

Δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς [c] πολιτείας ἠθληκότα κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ τις αὐτὸν

ἅρπαξ κεκράκτης, κυκλοβόρου φωνὴν ἔχων.

Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν.

Εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν οὐ [d] μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα τὸ δ' ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθὺς ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης ἐχούσης δὲ τόλμαν ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον ὡς

ἀρχομένου δ' ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές·

καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον, ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν [e] ἀρχαὶ καὶ δυνάμεις....

ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασιν,

ἔνθα κἀστεφανοῦτο πρεσβεύων ἢ θριαμβεύων ἢ στρατηγῶν ἐπιφανῶς, οὔθ' οἱ φθονοῦντες οὔθ' οἱ καταφρονοῦντες ὁμοίως ἐπὶ τοιούτων ἰσχύουσιν....

οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.

νῦν οὖν ὅτε τὰ πράγματα τῶν πόλεων οὐκ ἔχει πολέμων ἡγεμονίας οὐδὲ τυραννίδων καταλύσεις οὐδὲ συμμαχικὰς πράξεις, τίν' ἄν τις ἀρχὴν...

Τὴν δ' ἀσφαλῆ καὶ σχολαίαν εἵλοντο πολλοὶ τῶν ἐνδόξων, Ἀριστείδης, Φωκίων, Παμμένης ὁ Θηβαῖος, Λεύκολλος ἐν Ῥώμῃ, Κάτων, Ἀγησίλαος ὁ...

Αἱρεῖσθαι δὲ δεῖ τὸν ἀρχόμενον πολιτείας [c] ἡγεμόνα μὴ ἁπλῶς τὸν ἔνδοξον καὶ δυνατόν, ἀλλὰ καὶ τὸν δι' ἀρετὴν τοιοῦτον....

Ἕπεται δὲ τούτοις ἡ περὶ φίλων κρίσις, μήτε τὴν Θεμιστοκλέους ἐπαινοῦσα μήτε τὴν Κλέωνος διάνοιαν....

ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο

περὶ αὐτόν, ὡς οἱ κωμικοὶ λέγουσι· καὶ τραχὺς ὢν πρὸς τοὺς ἐπιεικεῖς καὶ βαρὺς αὖθις ὑπέβαλλε τοῖς πολλοῖς πρὸς χάριν ἑαυτόν,

γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς,

καὶ τὸ φαυλότατον καὶ τὸ νοσοῦν μάλιστα τοῦ δήμου προσεταιριζόμενος ἐπὶ τοὺς ἀρίστους....

[c] εὖ μὲν ἐνὶ πρύμνῃ οἰήιον, εὖ δὲ κεραίην
εἰδότας ἐντείνασθαι ἐπορνυμένου ἀνέμοιο·

καί τις ἀρχιτέκτων ὑπουργοὺς καὶ χειροτέχνας, οἳ μὴ διαφθεροῦσιν αὐτοῦ τοὔργον ἀλλ' ἄριστα συνεκπονήσουσιν· ὁ δὲ πολιτικός, ἀριστοτέχνας...

ἔπτηξ' ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι,

καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος [f] ἐδόκει συνεξομοιοῦσθαι ταῖς ἀδικίαις· καὶ γάρ τοι Φοιβίδαν κρινόμενον ἔσωσεν ἐπὶ τῷ...

εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
κἀκεῖνος αὖ πάλιν ἀνταποδίδωσιν οἰκείως τὸν ἔπαινον
ἵπποι δ' οἵδε, γεραιέ, νεήλυδες, οὓς ἐρεείνεις,
Θρηίκιοι, τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.

αὕτη γὰρ ἡ πρὸς τοὺς φίλους ὕφεσις οὐχ ἧττον [d] ἐπικοσμεῖ τῶν ἐπαινουμένων τοὺς ἐπαινοῦντας· ἡ δ' αὐθάδεια, φησὶν ὁ Πλάτων, ἐρημίᾳ σύνοικος....

[b] καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων.

Ἐπεὶ δὲ "πάσαις κορυδαλλίσι" κατὰ Σιμωνίδην "χρὴ λόφον ἐγγενέσθαι" καὶ πᾶσα πολιτεία φέρει τινὰς ἔχθρας καὶ διαφοράς, οὐχ ἥκιστα προσήκει καὶ περὶ τούτων ἐσκέφθαι τὸν πολιτικόν....

φιλῶ τέκν', ἀλλὰ πατρίδ' ἐμὴν μᾶλλον φιλῶ,

πῶς οὐκ ἐκείνοις γε προχειρότερον εἰπεῖν ἑκάστῳ "μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδ' ἐμὴν μᾶλλον φιλῶ"; τὸ γὰρ μὴ...

[f] ὦ πέπον, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων
καὶ
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.

ἄν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις φειδόμενον· οὕτω γὰρ ὅ τε ψόγος ὅπου δεῖ πίστιν ἕξει, καὶ πρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ὡς ἄξια καὶ πρέποντα μᾶλλον.

[810]

[a] ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς...

Οὐ χεῖρον δὲ καὶ πρὸς ἐπίπληξιν ἑτέρων φύσει πονηρῶν καὶ μᾶλλον ἁμαρτανόντων ἐχθροῦ μνησθέντα κομψοτέρου τὸ ἦθος εἰπεῖν "ἀλλ' ἐκεῖνος [b]οὐκ ἂν τοῦτ' εἶπεν οὐδ' ἐποίησεν. " ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν· οἷον Ὅμηρος

ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς·

καὶ πρὸς Σκιπίωνα τὸν Ἀφρικανὸν Ἄππιος ἐν ἀρχαιρεσίαις διαγωνιζόμενος "ἡλίκον ἄν, " εἶπεν, "ὦ Παῦλε, στενάξειας ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος ὁ τελώνης δορυφορεῖ. " τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας. πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἴαντος

[c] οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις.

καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι...

Πολιτείας δ' οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς [b] δύναμιν ἀπολείπεσθαι φροντίδος οὐδ' ἐπιμελείας τὸν...

τῶν ἄγων γὰρ ἅπτεται
θεός, τὰ μικρὰ δ' εἰς τύχην ἀνεὶς ἐᾷ
κατὰ τὸν Εὐριπίδην.

Οὐδὲ γὰρ τοῦ Θεαγένους τὸ φιλότιμον ἄγαν καὶ φιλόνεικον ἐπαινοῦμεν, ὃς οὐ μόνον τὴν περίοδον νενικηκὼς ἀλλὰ καὶ πολλοὺς ἀγῶνας, οὐ...

[f]
Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς,
Μητίοχος δ' ἄρτους ἐπωπᾷ, Μητίοχος δὲ τἄλφιτα,
Μητίοχος δὲ πάντ' ἀκεῖται, Μητίοχος δ' οἰμώξεται.

τῶν Περικλέους οὗτος εἷς ἦν ἑταίρων, τῇ δι' ἐκεῖνον, ὡς ἔοικε, δυνάμει χρώμενος ἐπιφθόνως καὶ κατακόρως....

Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δ' οὐκ εὖ λέλεκται. τῇ μὲν γὰρ εὐνοίᾳ καὶ κηδεμονίᾳ δεῖ μηδενὸς ἀφεστάναι τῶν κοινῶν, ἀλλὰ πᾶσι προσέχειν...

τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά,

λέγειν ἀπίθανος ὢν ἐπρέσβευες ἢ ῥᾴθυμος ὢν ὠκονόμεις, ψήφων ἄπειρος ἐταμίευες ἢ γέρων καὶ [f] ἀσθενὴς ἐστρατήγεις....

Ἐπεὶ δὲ παντὶ δήμῳ τὸ κακόηθες καὶ φιλαίτιον ἔνεστι πρὸς τοὺς πολιτευομένους καὶ πολλὰ τῶν χρησίμων, ἂν μὴ στάσιν ἔχῃ μηδ' ἀντιλογίαν,...

Φύσει μὲν οὖν ἄρχων ἀεὶ πόλεως ὁ πολιτικὸς ὥσπερ ἡγεμὼν ἐν μελίτταις, καὶ τοῦτο χρὴ διανοούμενον ἔχειν τὰ δημόσια διὰ χειρός· ἃς δ'...

δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς,

ὡς τοῖς περὶ Παρδάλαν τὸν ὑμέτερον ἐκλαθομένοις τῶν ὅρων· ὁ δέ τις ἐκριφεὶς εἰς νῆσον γέγονε κατὰ τὸν Σόλωνα

Φολεγάνδριος ἢ Σικινήτης,
[814]
[a] ἀντί γ' Ἀθηναίου πατρίδ' ἀμειψάμενος.

Τὰ μὲν γὰρ μικρὰ παιδία τῶν πατέρων ὁρῶντες ἐπιχειροῦντα τὰς κρηπῖδας ὑποδεῖσθαι καὶ τοὺς στεφάνους περιτίθεσθαι μετὰ παιδιᾶς γελῶμεν, οἱ...

Οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων, ὥσπερ...

Ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, [f] μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ...

μένος πολυθαρσὲς ἐνέστω
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται, οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι

καὶ πράγμασι δυσκόλοις καὶ καιροῖς ἀντερείδουσι καὶ διαμάχονται. δεῖ γὰρ οὐ ποιεῖν χειμῶνας αὐτὸν ἀλλὰ μὴ προλείπειν ἐπιπεσόντων, οὐδὲ [d]...

ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις

οὐδὲ καταπτώσσοντα τὸν ἀληθῶς πολιτικὸν οὐδ' αἰτιώμενον ἑτέρους αὑτὸν δὲ τῶν δεινῶν ἔξω τιθέμενον, ἀλλὰ καὶ πρεσβεύοντα καὶ πλέοντα καὶ λέγοντα πρῶτον οὐ μόνον

ἥκομεν οἱ κτείναντες, ἀπότρεπε λοιγόν, Ἄπολλον,

ἀλλά, κἂν τῆς ἁμαρτίας μὴ μετάσχῃ τοῖς πολλοῖς, [e] τοὺς κινδύνους ὑπὲρ αὐτῶν ἀναδεχόμενον....

Ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν, τιμὴ δ' ἀρχῆς ὁμοφροσύνη καὶ φιλία πρὸς συνάρχοντας πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος....

οὐ διὰ τραπέζης
οὐδὲ κώθωνος,
οὐδ' ἐφ' ἑστίας,

ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς πατρίδος [c] εὔνοιαν ἔχοντας....

[f] Γίγνεται μὲν οὖν δι' ἀλλήλων ἀμφότερα ταῦτα. λέγουσι δ' οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον εἶναι τὸ καλῶς ἀρχομένους...

Δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ Διομήδους ὑπειπόντα

τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται

ἢ τὸ τοῦ Δημοσθένους, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον· ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.

[d] Σπουδῇ μέντοι καὶ προνοίᾳ περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ...

Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφ' οἷς ἐβιάζετο καὶ παρηνώχλει τινάς, [818] [a] ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν....

μικρὸν δὲ δεῖ ποδὸς
χαλάσαι μεγάλῃ κύματος ἀλκῇ,

[b] τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα κεχαρισμένως οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δ' ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα...

Οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπ' ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφ' ἑαυτῷ τῆς πόλεως· ὡρμημένων...

Ὅπου μέντοι μέγα δεῖ τι περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους ἢ...

[e] Χρυσὸν μὲν εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες ἔξω καταλείπουσι, σίδηρον δ' ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον,

αὐτὸς δ' ἀπονόσφι τραπέσθαι

τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφ' ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς καθαρὸν ἀδικίας. ὅθεν οὐ δεῖ πολλὰ [f] περὶ τούτων λέγειν.

Ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον·...

Ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατ' Ἐμπεδοκλέα
ᾗ θέμις οὐ καλέουσι, νόμῳ δ' ἐπίφημι καὶ αὐτός·

ἐπεὶ τήν γ' ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, [821] [a] οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ "τοῖς πέλας ἁνδάνειν, " ὡς ἠξίου Δημόκριτος....

"ἄκραντα γάρ με" φησίν "ἔθηκε θεσπίζειν θεός,
[c] καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων
σοφὴ κέκλημαι, πρὶν παθεῖν δέ 'μαίνομαι, '"

οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δ' ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν

ὡς ὅτε μήτηρ
παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέι λέξεται ὕπνῳ,

ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς...

Οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα δι' ἀρετὴν ἐγγιγνόμενος· αἱ δ' ἀπὸ θεάτρων ἢ νεμήσεων...

Οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων· ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα...

[d] Ἂν δ' ᾖ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν, οὔτ' ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν...

στείχει πολίταις ὄμμ' ἔχων ἰδεῖν πικρόν,

ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι,...

[c] ἕλκων ἐφ' αὑτὸν ὥστε καικίας νέφη

τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν· ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ...

[f] Οἱ μὲν οὖν ἔμπειροι θεραπείας καὶ τροφῆς μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν...

Λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς...

Οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος...

Διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων διαδρομὰς ὀξείας ἐχόντων, ἀλλ' ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν·...

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:59:52 - flow version _RPTC_G1.3