Irrisolutezza di Annibale

Irrisolutezza di Annibale versione greco Plutarco

Λέγονται δὲ πεσεῖν μὲν ἐν τῇ μάχῃ Ῥωμαίων πεντακισμύριοι, ζῶντες δ’ ἁλῶναι τετρακισχίλιοι, καί μετὰ τὴν μάχην οἱ ληφθέντες ἐπ’ ἀμφοτέροις τοῖς στρατοπέδοις μυρίων οὐκ ἐλάττους.

Τὸν δ’ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμ’ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι.

Διὸ καί Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετ’ ὀργῆς πρὸς αὐτόν λέγουσι· «Σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας». Καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δέ καὶ μόλις τά ἐπιτήδεια τῇ στρατιᾷ δι’ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπ’ οὐδενός βεβαίου πρὸς τὸν πόλεμον, ἀλλ’ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανῶμενον καὶ περιφερόμενον, τότε πᾶσαν ὀλίγου δεῖν ὑφ’ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-06-28 21:18:10