La sopravvivenza dell'anima - Plutarco versione greco

La sopravvivenza dell'annima versione greco Plutarco

Ἔτι δ' ἐμοῦ λέγοντος ὑπολαβὼν ὁ Ὀλύμπιχος 'ἔοικας' ἔφη 'τῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, τὴν ἐπιμονὴν τῆς ψυχῆς.

' 'καὶ ὑμῶν γ'' εἶπον ἐγώ 'διδόντων μᾶλλον δὲ δεδωκότων· ὡς γὰρ τοῦ θεοῦ τὸ κατ' ἀξίαν νέμοντος ἡμῖν ὁ λόγος ἐξ ἀρχῆς δεῦρο προελήλυθε. ' κἀκεῖνος 'εἶτα δ'' ἔφη 'νομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθ' ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν ἢ πάμπαν ἀφθάρτους ἢ χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας; ' 'οὔκ, ὦ 'γαθέ'; εἶπον 'ἀλλὰ μικρὸς οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ φύλλοις, ὡς Ὅμηρος ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ ποιεῖσθαι λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπ' ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες ἐφημέρους ‹σπείρων› ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας εἶτ' ἀποσβεννυμένας εὐθὺς ὑπὸ τῆς τυχούσης προφάσεως;

εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι δοκεῖ τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθὺς ὥσπερ ὁμίχλας ἢ καπνοὺς ἀποπνεούσας τῶν σωμάτων ἱλασμούς τε πολλοὺς προσφέρειν τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν τοῖς τεθνηκόσιν, ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-10-23 14:30:39