L'amore va considerato come una malattia dell'anima - Plutarco versione greco

L'amore va considerato come una malattia dell'anima versione greco Plutarco traduzione libro Ellenisti

τίνες δ' εἰσὶν οἱ τοῦ ἔρωτος ὄνυχες καὶ ὀδόντες; ὑποψία, ζηλοτυπία.

ἀλλ' ἔχει τι πιθανὸν καὶ ἀνθηρόν. ἀμέλει καὶ ‹ἡ› Σφὶγξ εἶχεν ἐπαγωγὸν τὸ ποίκιλμα τοῦ πτεροῦ, καὶ    'εἰ μὲν πρὸς αὐγὰς ἡλίου, χρυσωπὸν ἦν νώτισμα θηρός· εἰ δὲ πρὸς νέφη βάλοι, κυανωπὸν ὥς τις Ἶρις ἀντηύγει σέλας'. οὕτω δὴ καὶ ὁ ἔρως ἔχει τι χάριεν καὶ οὐκ ἄμουσον ἀλλ' αἱμύλον καὶ ἐπιτερπές· ἁρπάζει δὲ καὶ βίους καὶ οἴκους καὶ γάμους καὶ ἡγεμονίας, οὐκ αἰνίγματα προβάλλων ἀλλ' αὐτὸς αἴνιγμα δυσεύρετον ὢν καὶ δύσλυτον, εἰ βούλοιτό τις προτείνειν τί μισεῖ καὶ φιλεῖ, τί φεύγει καὶ διώκει, τί ἀπειλεῖ καὶ ἱκετεύει, τί ὀργίζεται καὶ ἐλεεῖ, ‹τί› βούλεται παύσασθαι καὶ οὐ βούλεται, τί χαίρει τῷ αὐτῷ μάλιστα καὶ ἀνιᾶται, †τοῦτο λῦσαι καὶ θεραπεῦσαι. τῆς μὲν γὰρ Σφιγγὸς τὸ αἴνιγμα τὰ πλεῖστα καὶ πεπλασμένα ἔχει· οὔτε γὰρ τρίπους ὁ γέρων ἀληθῶς, εἴ ‹τι› προσείληφε τοῖς ποσὶ βοηθεῖν, οὔτε τετράπους ὁ νήπιος, ἐπεὶ ταῖς χερσὶν ὑπερείδει τὴν τῶν βάσεων ὑγρότητα καὶ ἀσθένειαν.

τὰ δὲ τῶν ἐρώντων πάθη ἀληθῆ· στέργουσιν, ἐχθραίνουσι· τὸν αὐτὸν ποθοῦσιν ἀπόντα, τρέμουσι παρόντος· κολακεύουσι, λοιδοροῦσι, προαποθνῄσκουσι, φονεύουσιν, εὔχονται μὴ φιλεῖν, καὶ παύσασθαι φιλοῦντες οὐ θέλουσι· σωφρονίζουσι καὶ πειρῶσι, παιδεύουσι καὶ διαφθείρουσιν, ἄρχειν θέλουσι καὶ δουλεύειν υπομενουσι

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-10-23 14:30:39