L'antica arte oracolare - Plutarco versione greco hellenikon phronema

L'antica arte oracolare
versione greco Plutarcotraduzione dal libro versioni di greco hellenikon phronema numero 169 pagina 102

'Ἀλλ' ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες.

ὧν παιδικόν ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος· καὶ γὰρ οἱ παῖδες ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες γεγήθασι καὶ ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας ‹καὶ› τὰς μεταφορὰς τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικὸν ἐπιποθοῦσι· κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδ' αὑτῶν ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν. '

release check: 2020-06-29 18:23:52 - flow version _RPTC_G1.1