L'avidità smodata di ricchezze è una malattia incurabile dell'anima - Plutarco versione greco

versione greco Plutarco traduzione dal libro
730 temi di versione dal greco

Ὅταν ἰατρὸς εἰσελθὼν πρὸς ἄνθρωπον ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, 'ψυχικὴ νόσος' ἔφη καὶ ἀπῆλθεν· οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδ' ἀνιαροῦ φειδόμενον, οἰκίας δ' ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν εἶναι τοῦ ἀνθρώπου τὸ πάθος ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος (fr.

282), εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας, τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτ' ἀποθανόντες.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-10-23 14:30:39