Le vittorie di Alcibiade ad Olimpia - Plutarco versione greco Sunexis

Le vittorie di Alcibiade ad Olimpia
versione greco Plutarco traduzione libro synesis

Αἱ δ᾽ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος.

καὶ τὸ νικῆσαι δὲ καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης φησίν, ὁ δ᾽ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν.

λέγει δ᾽ ὁ Εὐριπίδης ἐν τῷ ᾄσματι ταῦτα· σὲ δ᾽ ἀείσομαι, ὦ Κλεινίου παῖ.

καλὸν ἁ νίκα· κάλλιστον δ᾽, ὃ μηδεὶς ἄλλος Ἑλλάνων, ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα, βῆναί τ᾽ ἀπονητί, Διὸς στεφθέντα τ᾽ ἐλαία κάρυκι βοᾶν παραδοῦναι·

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-10-23 14:30:30