.

L'episodio di Papirio - versione greco Plutarco

GRECO - Versioni di greco - PLUTARCO

 

 

L'episodio di Papirio

VERSIONE DI GRECO di Plutarco

questa versione è visibile ai soli utenti registrati con crediti

 

Τρίτῃ δ' ἀπὸ τῆς μάχης ἡμέρᾳ παρῆν ὁ Βρέννος ἐπὶ τὴν πόλιν ἄγων τὸ στράτευμα, καὶ τάς τε πύλας εὑρὼν ἀνεῳγμένας καὶ τὰ τείχη φυλάκων ἔρημα, πρῶτον μὲν ἔδεισεν ἐνέδραν καὶ λόχον, ἀπιστῶν οὕτω παντάπασιν ἀπειρηκέναι τοὺς Ῥωμαίους. ἐπεὶ δ' ἔγνω τὸ ἀληθές, εἰσελάσας διὰ τῆς Κολλίνης πύλης ἔσχε τὴν πόλιν, ἑξήκοντα καὶ τριακοσίων ἐτῶν πλείονα βραχεῖ χρόνον ἀπὸ τῆς κτίσεως ἔχουσαν, εἴ τῳ πιστὸν ἀποσῴζεσθαί τινα τῶν χρόνων ἀκρίβειαν, οἷς καὶ περὶ νεωτέρων ἄλλων ἀμφισβήτησιν ἡ σύγχυσις ἐκείνη παρέσχε. τοῦ μέντοι πάθους αὐτοῦ καὶ τῆς ἁλώσεως ἔοικεν ἀμυδρά τις εὐθὺς εἰς τὴν Ἑλλάδα φήμη διελθεῖν. Ἡρακλείδης γὰρ ὁ Ποντικὸς οὐ πολὺ τῶν χρόνων ἐκείνων ἀπολειπόμενος ἐν τῷ Περὶ ψυχῆς συντάγματί φησιν ἀπὸ τῆς ἑσπέρας λόγον κατασχεῖν, ὡς στρατὸς ἐξ Ὑπερβορέων ἐλθὼν ἔξωθεν ᾑρήκοι πόλιν Ἑλληνίδα Ῥώμην, ἐκεῖ που συνῳκημένην περὶ τὴν μεγάλην θάλασσαν. οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλασματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλασσαν. Ἀριστοτέλης δ' ὁ φιλόσοφος τὸ μὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός ἐστιν ἀκηκοώς, τὸν δὲ σώσαντα Λεύκιον εἶναί φησιν· ἦν δὲ Μᾶρκος, οὐ Λεύκιος, ὁ Κάμιλλος. ἀλλὰ ταῦτα μὲν εἰκασμῷ λέλεκται. Κατασχὼν δὲ τὴν Ῥώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳ φρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαίνων δι' ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθημένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμενος, ὡς οὔθ' ὑπεξανέστησαν ἐπιόντων πολεμίων οὔτ' ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰ ῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκίπωσιν, οὓς ἐφόρουν, καὶ προσβλέποντες ἀλλήλοις ἡσύχαζον. ἦν οὖν θαῦμα τοῖς Γαλάταις πρὸς τὴν ἀτοπίαν, καὶ πολὺν χρόνον ὀκνοῦντες ἅψασθαι καὶ προσελθεῖν ὡς κρείττοσι διηπόρουν. ἐπεὶ δὲ τολμήσας τις ἐξ αὐτῶν ἐγγὺς παρέστη Παπειρίῳ Μανίῳ καὶ προσαγαγὼν τὴν χεῖρα πρᾴως ἥψατο τοῦ γενείου καὶ κατῆγε τὴν ὑπήνην βαθεῖαν οὖσαν, ὁ μὲν Παπείριος τῇ βακτηρίᾳ τὴν κεφαλὴν αὐτοῦ πατάξας συνέτριψεν, ὁ δὲ βάρβαρος ἐκεῖνον σπασάμενος τὴν μάχαιραν ἀπέκτεινεν.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale