Lisandro padrone del mare

Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, αναγαγομενος ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν.

Εἰς δὲ τὴν Ἀττικὴν ἀποβὰς καὶ τὸν Ἆγιν ἀσπασάμενος, κατέβη γὰρ αὐτὸς ἐκ Δεκελείας πρὸς αὐτόν, ἐπέδειξε τῷ πεζῷ παρόντι τὴν τοῦ ναυτικοῦ ῥώμην, ὡς πλέων ᾗ βούλοιτο, κρατῶν τῆς θαλάττης.

Οὐ μὴν ἀλλὰ τοὺς Ἀθηναίους αἰσθόμενος διώκοντας αὐτὸν ἄλλῳ δρόμῳ διὰ νήσων ἔφευγεν εἰς τὴν Ἀσίαν.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-09-02 14:14:03