Lisandro prende accordi con Ciro il giovane - Plutarco versione greco

Lisandro prende accordi con Ciro il giovane
versione greco Plutarco
traduzione libro l'abbraccio di Dafne e l'ordine delle parole

ὁ δ' οὖν Κῦρος εἰς Σάρδεις μεταπεμψάμενος τὸν Λύσανδρον, τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο, νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν ὁ πατὴρ διδῴη καταχορηγήσειν τὰ οἰκεῖα: κἂν ἐπιλίπῃ πάντα, κατακόψειν ἔφη τὸν θρόνον ἐφ' ᾧ καθήμενος ἐχρημάτιζε, χρυσοῦν καὶ ἀργυροῦν ὄντα. τέγος δὲ εἰς Μηδίαν ἀναβαίνων πρὸς τὸν πατέρα, τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον, καὶ τὴν αὑτοῦ διεπίστευσεν ἀρχήν: ἀσπασάμενος δὲ καὶ δεηθεὶς μὴ ναυμαχεῖν Ἀθηναίοις, πρὶν αὐτὸν ἀφικέσθαι πάλιν, ἀφίξεσθαι δὲ ναῦς ἔχοντα πολλὰς ἔκ τε Φοινίκης καὶ Κιλικίας, ἀνέβαινεν ὡς βασιλέα.

Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, ἀναχθεὶς ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-10-23 14:30:39