Magnanimità e autocontrollo di Alessandro - Plutarco versione greco da Greco Nuova Edizione

MAGNANIMITA' E AUTOCRONTROLLO DI ALESSANDRO
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Greco Nuova Edizione

Τότε δ’ ἐξήλαυνεν ἐπὶ Δαρεῖον, ὡς πάλιν μαχούμενος· ἀκούσας δὲ τὴν ὑπὸ Βήσσου γενομένην αὐτοῦ σύλληψιν, ἀπέλυσε τοὺς Θεσσαλοὺς οἴκαδε, δισχίλια τάλαντα δωρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς.

πρὸς δὲ τὴν δίωξιν, ἀργαλέαν καὶ μακρὰν γινομένην (ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους), ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι, καὶ μάλιστα κατὰ τὴν ἄνυδρον. ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφ’ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ, καὶ θεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα, ταχὺ πλησάμενοι κράνος προσήνεγκαν.

πυθομένου δ’ αὐτοῦ τίσι κομίζοιεν, "υἱοῖς" ἔφασαν "ἰδίοις· ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν". ταῦτ’ ἀκούσας, ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος· περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶ αὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖς κεφαλαῖς καὶ πρὸς αὐτὸν ἀποβλέποντας, ἀπέδωκεν οὐ πιών, ἀλλ’ ἐπαινέσας τοὺς ἀνθρώπους "ἂν γὰρ αὐτὸς" ἔφη "πίω μόνος, ἀθυμήσουσιν οὗτοι". θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαῤῥοῦντα καὶ τοὺς ἵππους ἐμάστιζον· οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθ’ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς, ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον.

release check: 2020-06-29 18:21:42 - flow version _RPTC_G1.1