Marcello e Fabio un generale per attaccare ed uno per difendersi - Plutarco versione greco Ellenion

Marcello e fabio un generale per attaccare ed uno per difendersi
VERSIONE DI GRECO di Plutarco
traduzione dal libro Ellenion pag. 83 numero 42

Αννιβου δ'εμβαλοντος εις Ιταλιαν, επεμφθη μεν ο Μαρκελλος...

προς αμυναν στρατηγον, επι τον Μαρκελλον κατεφευγον.

Ἀννίβου δ' ἐμβαλόντος εἰς Ἰταλίαν, ἐπέμφθη μὲνὁ Μάρκελλος ἐπὶ Σικελίαν στόλον ἄγων· ἐπεὶ δ' ἡ περὶ Κάννας ἀτυχία συνέπεσε, καὶ Ῥωμαίων οὐκ ὀλίγαι μυριάδες ἐν τῇ μάχῃ διεφθάρησαν, ὀλίγοι δὲ σωθέντες εἰς Κανύσιον συνεπεφεύγεσαν, ἦν δὲ προσδοκία τὸν Ἀννίβαν εὐθὺς ἐπὶ τὴν Ῥώμην ἐλᾶν, ὅπερ ἦν κράτιστον τῆς δυνάμεωςἀνῃρηκότα, πρῶτον μὲν ὁ Μάρκελλος ἀπὸ τῶν νεῶν ἔπεμψε τῇ πόλει φυλακὴν πεντακοσίους καὶ χιλίους ἄνδρας, ἔπειτα δόγμα τῆς βουλῆς δεξάμενος, εἰς Κανύσιον παρῆλθε, καὶ τοὺς ἐκεῖ συνειλεγμένους παραλαβὼν ἐξήγαγε τῶν ἐρυμάτων, ὡς οὐ προησόμενος τὴν χώραν. Ῥωμαίοις δὲ τῶν ἡγεμονικῶν καὶ δυνατῶν ἀνδρῶν οἱ μὲν ἐτεθνήκεσαν ἐν ταῖς μάχαις, Φαβίου δὲ Μαξίμου, τοῦ πλεῖστον ἔχοντος ἀξίωμα πίστεως καὶ συνέσεως, τὸ λίαν ἀπηκριβωμένον ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς ὡς ἀργὸν ἐπὶ τὰς πράξεις καὶ ἄτολμον ᾐτιῶντο· καὶ νομίζοντες ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ‹κατέφευγον›

release check: 2020-08-25 00:05:17 - flow version _RPTC_G1.1