Mi rivedrai a Filippi - Plutarco - Versione gymnasion

MI RIVEDRAI A FILIPPI
Versione di Plutarco traduzione libro gymnasion

Μάλιστα δὲ τὸ Βρούτῳ γενόμενον φάσμα την Καισαρος εδηλωσε σφαγην ου γενομενην θεοις αρεστην ην δε τοιονδε.

Μελλων τον στρατον εξ Αβυδου διαβιβαζειν εις την ετερον ηπειρον, ανεπαυετο νυκτος, ωσπερ ειωθει, κατα σκηνην, ου καθευδων, αλλα φροντιζων περι του μελλοντος· λεγεται γαρ ουτος ανηρ ηκιστα δη των στρατηγων υπνωδης γενεσθαι· ψοφου δε τινος αισθεσθαι περι την θυραν εδοξε, και προς το του λυχνου φως ηδη καταφερομενου σκεψαμενος οψιν ειδε φοβεραν ανδρος εκφυλου το μεγεθος και χαλεπου το ειδος.

Εκπλαγεις δε το πρωτον, ως εωρα μητε πραττοντα τι μητε φθεγγομενον, αλλα μενοντα σιγη παρα την κλινην, ηρωτα οστις εστιν.

Αποκρινεται δ' αυτω το φασμα· «Ο σος, ω Βρουτε, δαιμων κακος· οψει δε με περι Φιλιππους». Τοτε μεν ουν ο Βρουτος ευθαρσως· «Οψομαι» ειπε· και το δαιμονιον ευθυς εκποδων απηλθεν.

release check: 2020-06-29 18:23:52 - flow version _RPTC_G1.1