Morte dei figli di Crasso - Plutarco versione greco Test di greco

MORTE DEI FIGLI DI CRASSO
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Test di greco - pagina 102 numero 52

Ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι, κατοικοῦντες ἐν Κάῤῥαις, Ἱερώνυμος καὶ Νικόμαχος· οὗτοι συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετ' αὐτῶν καὶ διαφυγεῖν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον, ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους δι' αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέστειλεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος -- διελήλατο γὰρ βέλει -- τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει παρασχὼν τὸ πλευρόν.

ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσι· Μεγάβακχος δ' αὐτὸς ἑαυτὸν διεχρήσατο καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι.

τοὺς δ' ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δ' οὐ πλείους φασὶν ἁλῶναι πεντακοσίων. τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες, ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.

release check: 2020-06-29 18:22:49 - flow version _RPTC_G1.1