Onestà di Fabrizio - Plutarco versione greco da GYMNASION

Onestà di Fabrizio
Versione Greco Plutarco traduzione libro GYMNASION

Μετα ταυτα του Φαβρικιου την αρχην παραλαβοντος, ηκεν ανηρ εις το στρατοπεδον προς αυτον, επιστολην κομιζων ην εγεγραφει ο του βασιλεως ιατρος, επαγγελλομενος φαρμακοις αναιρησειν τον Πυρρον, ει χαρις αυτω παρ' εκεινων ομολογηθειη λυσαντι τον πολεμον ακινδυνως. Ο δε Φαβρικιος δυσχερανας προς την αδικιαν του ανθρωπου, και ομονουν τον συναρχοντα ποιησαμενος, επεμψε γραμματα προς τον Πυρρον κατα ταχος, φυλαττεσθαι την επιβουλην κελευων.

Ειχε δ' ουτως η επιστολη· «Γαιος Φαβρικιος και Κοιντος Αιμιλιος υπατοι Ρωμαιων Πυρρω βασιλει χαιρειν. Ουτε φιλων ευτυχης εοικας ειναι κριτης ουτε πολεμιων.

Γνοση δε, την πεμφθεισαν ημιν επιστολην αναγνους, οτι χρηστοις και δικαιοις ανδρασι πολεμεις, αδικοις δε και κακοις πιστευεις. Ουδε γαρ ταυτα ση χαριτι μηνυομεν, αλλ' οπως μη το σον παθος ημιν διαβολην ενεγκη και δολω δοξωμεν, ως αρετη μη δυνατοι οντες, κατεργασασθαι τον πολεμον».

release check: 2020-06-29 18:23:52 - flow version _RPTC_G1.1