Onore reso da Alessandro alla tomba di Ciro - Plutarco versione greco

Onore reso da Alessandro alla tomba di Cir o
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro 730 temi di versioni dal greco

Ἐν δὲ Πέρσαις Άλέξανδρος πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο, διδόναι χρυσοῦν ἑκάστῃ.

καὶ διὰ τοῦτό φασιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδ' ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν. Ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον, ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημμελήσας, ὄνομα Πουλαμάχος.

τὴν δ' ἐπιγραφὴν ἀναγνούς, ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δ' οὕτως· ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὁπόθεν ἥκεις, ὅτι μὲν γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν.

μὴ οὖν τῆς ὀλίγης ‹μοι> ταύτης γῆς φθονήσῃς ἣ τοὐμὸν σῶμα περικαλύπτει. ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷ λαβόντα ‹τῶν πραγμάτων› τὴν ἀδηλότητα καὶ μεταβολήν.

release check: 2020-06-29 18:23:00 - flow version _RPTC_G1.1