Origine del nome di Quirino - Plutarco versione greco Hellenikon phronema

Την δε γενομενην επωνυμιαν τω Ρωμυλω τον Κυρινον οι μεν Ενυαλιον προσαγορευουσιν, οι δ' οτι και τους πολιτας Κυριτας ωνομαζον, οι δε την αιχμην η το δορυ τους παλαιους κυριν ονομαζειν, και Κυριτιδος Ηρας αγαλμα καλειν επ' αιχμης ιδρυμενον, εν δε τη Ρηγια δορυ καθιδρυμενον Αρεα προσαγορευειν και δορατι τους εν πολεμοις αριστευοντας γεραιρειν ως ουν αρηιον τινα τον Ρωμυλον η αιχμητην θεον ονομασθηναι Κυρινον.

Ιερον μεν ουν αυτου κατεσκευασμενον εστιν εν τω λοφω τω Κυρινα προσαγορευομενω δι εκεινον.

release check: 2020-06-29 18:23:14 - flow version _RPTC_G1.1