Se un vecchio debba fare politica 783 1d, 1e, 1f

[d] Οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον· ἀλλ' ἐκείνῳ γε τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τό γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε.

καὶ καλῶς Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος ἰδιώτην ἐκ τυράννου γεγενημένον "ὡς ἀναξίως," ἔφη, "Διονύσιε, σεαυτοῦ πράττεις· οὐ γὰρ ἐνταῦθά σε μεθ' ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλ' ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι." πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον [e] ὠφελίμως ἢ ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι· τοῦτο γὰρ ἔσχατον δύεται κατὰ γᾶς ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας ὁ τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης· ὅπερ οὐδὲ λέγειν καλὸν οὐδ' ἀποδέχεσθαι τῶν λεγόντων, [f] ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν· ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ φιλότιμον ἀγήρων μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, ὃ καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις· οὐδεὶς γὰρ πώποτ' εἶδεν ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπ' ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας.

Se infatti è vero che la tirannide non è un bel sepolcro, come disse un tale a Dionisio, costui ebbe una ancor più totale rovina per non aver messo fine ad un governo dispotico basato sull'ingiustizia, e Diogene più tardi, giustamente, disse al figlio di lui che da tiranno era diventato un privato cittadino: "Tu conduci una vita indegna di te, perché avresti dovuto vivere non qui fra noi libero e senza timore, ma richiuso  come tuo padre in una fortezza fino alla vecchiaia"....(CONTINUA)

Plutarco, Se un vecchio debba far politica opera integrale
ΕΙ ΠΡΕΣΒΥΤΕΡΩ ΠΟΛΙΤΕΥΤΕΟΝ
Plutarch, An seni respublica gerenda sit

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-09-02 14:14:22