Versioni contrastanti sulla morte di Archimede - versione greco Plutarco

Versioni contrastanti sulla morte di Archimede
VERSIONE DI GRECO di Plutarco

Μαλιστα το Αρχιμεδους παθος ηνιασε Μαρκελλον.

Ετυχε μεν γαρ αυτος τι καθ' εαυτον ανασκοπων επι διαγραμματος και τη θεωρια δεδωκως αμα την τε διανοιαν και την προσοψιν ου προησθετο την καταδρομην των Ρωμαιων ουδε την αλωσιν της πολεως, αφνω δε επισταντος αυτω στρατιωτου και κελευοντος ακολουθειν προς Μαρκελλον, ουκ εβουλετο πριν η τελεσαι το προβλημα και καταστησαι προς την αποδειςιν.

Ο δε οργισθεις και σπασαμενος το ξιφος ανειλεν αυτον. Ετεροι μεν ουν λεγουσιν επιστηναι μεν ευθυς ως αποκτενουντα ξιφηρη τον Τωμαιον, εκεινον δ' ιδοντα δεισθαι και αντιβολειν αναμειναι βραχυν χρονον, ως μη καταλιπη το ζητουμενον ατελες και αθεωρητον, τον δε ου φροντισαντα διαχρησασθαι.

Και τριτος εστι λογος, ως κομιζοντι προς Μαρκελλον αυτω των μαθηματικων οργανων σκιοθηρα και σφαιρας και γωνιας, αις εναρμοττει το του ηλιου μεγεθος προς την οψιν, στρατιωται περιτυχοντες και χρυσιον εν τω τευχει δοξαντες φερειν απεκτειναν.

release check: 2020-06-29 18:23:14 - flow version _RPTC_G1.1