Descrizione di un giardino meraviglioso 1 - Achille Tazio (versione greco Hellenikon phronoma)

DESCRIZIONE DI UN GIARDINO MERAVIGLIOSO VERSIONE GRECO ACHILLE TAZIO TRADUZIONE LIBRO HELLENIKON PHRONEMA,

Μετα δε την ταφην ευθυς εσπευδον επι την κορην η δε ην εν τω παραδεισω της οικιας.

Ο δε παραδεισος αλσος ην, μεγα τι χρημα προς οφθαλμων ηδονην και περι το αλσος τειχιον ην αυταρκες εις υψος και εκαστη πλευρα τειχιου (τεσσαρες δε ησαν πλευραι) καταστεγος υπο χορω κιονων υπο δε τοις κιοσιν ενδον ην η των δενδρων πανηγυρις.

Εθαλλον οι κλαδοι, συνεπιπτον αλληλοις αλλος επ' αλλον γειτονες αι των πεταλων περιπλοκαι, των φυλλων περιβολαι, των καρπων συμπλοκαι. Τοσαυτη τις ην ομιλια των φυτων.

Ενιοις δε των δενδρων των αδροτερων κιττος και σμιλαξ παρεπεφυκει· η μεν εξηρτημενη πλατανου και περιπυκαζουσα ραδινη τη κομη· ο δε κιττος περι πευκην ελιχθεις ωκενουτο το δενδρον τανς περνπλοκανς, και εγινετο τω κνττω οχημα το φυτον, στεφανος δε ο κιττος του φυτου.

release check: 2020-07-13 22:29:56 - flow version _EXTP_H1