La costituzione degli ateniesi - Aristotele

COSTITUZIONE DEGLI ATENIESI - ARISTOTELE

Costituzione degli Ateniesi 1.1 - Aristotele - Qui la traduzione

Μύρωνος καθ' ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἅγους, αὐτοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐπιμενίδης δ' ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν.

Aristotele - Costituzione degli Ateniesi 2. 2. 4. - qui la traduzione

[2] Μετὰ δὲ ταῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους [2] καὶ τὸ πλῆθος πολὺν χρόνον τὸν δῆμον....

La costituzione degli Ateniesi 3 di Aristotele - Traduzione

[3. 1]    Ἦν δ' ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε. τὰς μὲν ἀρχὰς [καθ]ίστασαν ἀριστίνδην καὶ πλουτίνδην....

τελευταία δ' ἡ τοῦ ἄρχοντος· οἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι δ' ἐπὶ Ἀκάστου φασὶ γενέσθαι [ταύ]την· τεκμήριον δ' ἐπιφέρουσιν, ὅτι οἱ...

[4] θεςμοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ᾑρέθησαν, ἤδη κατ' ἐνιαυτὸν αἱρουμένων τὰς ἀρχάς, ὅπως ἀναγράψαντες τὰ θέσμια φυλάττωσι πρὸς τὴν...

[6] ἡ δὲ τῶν Ἀρεοπαγιτῶν βουλὴ τὴν μὲν τάξιν εἶχε τοῦ διατηρεῖν τοὺς νόμους, διῴκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει, καὶ κολάζουσα καὶ ζημιοῦσα πάντας τοὺς ἀκοσμοῦντας κυρίως. ἡ γὰρ αἵρεσις τῶν ἀρχόντων ἀριστίνδην καὶ πλουτίνδην ἦν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθίσταντο. διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν.

[4] [1]    Ἡ μὲν οὖν πρώτη πολιτεία ταύτην εἶχε τὴν ὑπογραφήν. μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ' Ἀρισταίχμου ἄρχοντος,...

Aristotele la costituzione degli Ateniesi 5.1.1 - 5.1.2. - qui la traduzione

[5] [1]    Τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις [2] ὁ δῆμος. ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ,

ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχή· γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται, πρεσβυτάτην ἐσορῶν γαῖαν Ἰαονίας κλινομένην· ἐν ᾗ...

Aristotele - La costituzione degli Ateniesi 6.1 - Qui la traduzione

[6] [1]    Κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ἠλευθέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εἰς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε, καὶ τῶν ἰδίων καὶ τῶν δ[η]μοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι [2] τὸ βάρος.

ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν· συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεῖν τισι τῶν [γν]ωρίμω[ν], ἔπειθ'...

Aristotele - Costituzione degli Ateniesi 7.1.1 - 7.1.2. - 7.1.3 -
Qui la traduzione

[7] [1]    Πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλὴν τῶν φονικῶν....

καὶ τὰς μὲ[ν ἄλλ]ας ἀρχὰς ἀπένειμεν ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ τοὺς...

Costituzione degli Ateniesi 11 di Aristotele - Traduzione

[1]    Διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ...

[12] [1]    Ταῦτα δ' ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τ' ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε·

δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτ' ἀφελὼν οὔτ' ἐπορεξάμενος· οἳ δ' εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν....

La Costituzione degli Ateniesi di Aristotele 13 - Traduzione

Σόλωνος δ' ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ...

προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν, καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸν φόβον· σημεῖον δ', ὅτι μετὰ τὴν...

[16] [1]    Ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη [2] τοῦτον τὸν τρόπον, καὶ μεταβολὰς ἔσχεν τοσαύτας....

La Costituzione degli Ateniesi 18 di Aristotele - Traduzione

[18] [1]    Ἦσαν δὲ κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππαρχος καὶ Ἱππίας, πρεσβύτερος δὲ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἔμφρων ἐπεστάται τῆς ἀρχῆς....

[3] ἤδη δὲ παρατηροῦντες ἐν ἀκροπόλει τοῖς Παναθηναίοις Ἱππίαν (ἐτύγχανεν γὰρ οὗτος μὲν [δ]εχόμενος, ὁ δ' Ἵππαρχος ἀποστέλλων τὴν πομπήν),...

αὐτῶν δ' ὁ μὲν Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορ[υ]φόρων, ὁ δ' Ἀριστογείτων ὕστερον, συλληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς....

καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος ὡς ἄλλους μηνύσων πολλούς, καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν...

Aristotele - Costituzione degli Ateniesi 20. 1. 2. 3. 4 qui la traduzione

[20] [1] Καταλυθείσης δὲ τῆς τυραννίδος, ἐστασίαζον πρὸς ἀλλήλους Ἰσαγόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων, καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν....

τῆς δὲ βουλῆς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος...

[21] [1]    Διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει. τότε δὲ τοῦ πλήθους προεστηκώς, ἔτει τετάρτῳ [2] μετὰ τὴν τῶν τυράννων κατάλυσιν, ἐπὶ Ἰσαγόρου ἄρχοντος,

Costituzione degli Ateniesi 21 - Traduzione

πρῶτον μὲν συνένειμε πάντας εἰς δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὅπως μετάσχωσι πλείους τῆς πολιτείας· ὅθεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν, [3] πρὸς τοὺς ἐξετάζειν τὰ γένη βουλομένους....

ταῖς δὲ φυλαῖς ἐποίησεν ἐπωνύμους ἐκ τῶν προκριθέντων ἑκατὸν ἀρχηγετῶν, οὓς ἀνεῖλεν ἡ Πυθία δέκα....

La Costituzione di Aristotele 22 - Traduzione

Νικοδήμου ἄρχοντος, ὡς ἐφάνη τὰ μέταλλα τὰ ἐν Μαρωνείᾳ, καὶ περιεγένετο τῇ πόλει τάλαντα ἑκατὸν ἐκ τῶν ἔργων, συμβουλευόντων τινῶν τῷ δήμῳ...

La Costituzione degli Ateniesi 23 di Aristotele - Traduzione

[23] [1]    Τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν...

[24] [1]    Μετὰ δὲ ταῦτα θαρρούσης ἤδη τῆς πόλεως, καὶ χρημάτων ἡθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας, καὶ...

La Costituzione degli Ateniesi di Aristotele 25 - Traduzione

[25] [1]    Ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο. ἔτη δὲ ἑπτακαίδεκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολιτεία προεστώτων τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερομένη κατὰ μικρόν....

ἔπραξε δὲ ταῦτα συναιτίου γενομένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν Ἀρεοπαγιτῶν, ἔμελλε δὲ κρίνεσθαι μηδισμοῦ....

La Costituzione degli Ateniesi 26 di Aristotele - Traduzione

[26] [1]    Ἡ μὲν οὖν τῶν Ἀρεοπαγιτῶν βουλὴ τοῦτον τὸν τρόπον ἀπεστερήθη τῆς ἐπιμελείας....

La Costituzione degli Ateniesi 27 di Aristotele - Traduzione

Μετὰ δὲ ταῦτα πρὸς τὸ δημαγωγεῖν ἐλθόντος Περικλέους, καὶ πρῶτον εὐδοκιμήσαντος, ὅτε κατηγόρησε τὰς εὐθύνας Κίμωνος στρατηγοῦντος νέος ὤν, δημοτικωτέραν ἔτι συνέβη γενέσθαι τὴν πολιτείαν....

[28] [1]    Ἕως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου, βελτίω τὰ κατὰ τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω....

La Costituzione degli Ateniesi 51 di Aristotele - Traduzione

[51] [1]    Κληροῦνται δὲ καὶ ἀγορανόμοιι΄, πέντε μὲν εἰς Πειραιέα, ε΄ δ' εἰς ἄστυ....

[52] [1]    Καθ[ις]τᾶσι δὲ καὶ τοὺς ἕνδεκα κλήρῳ, τοὺς ἐπιμελησομένους τῶν ἐν τῷ δεσμωτηρ[ί]ῳ, καὶ τοὺς ἀπαγομένους κλέπτας καὶ τοὺς...

Costituzione degli Ateniesi 55 - Traduzione qui

[55] [1]    Αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰ[ρη]μένων [πράξε]ων εἰσίν....

[56] [1]    Λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ' ἄρχων καὶ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος δύο ἕκαστος, οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν.

[2]    καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ' ἔχειν καὶ κρατεῖν μέχρι ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς[3] τραγῳδοῖς καθίστησι τρεῖς, ἐξ ἁπάντων Ἀθηναίων τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη πέντε, νῦν δὲ τούτους αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλαβὼν τοὺς χορηγούς, τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσιν καὶ παισὶν καὶ κωμῳδοῖς, καὶ εἰς Θαργήλια ἀνδράσιν καὶ παισίν (εἰσὶ δ' οἱ μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια ‹δὲ› δυεῖν φυλαῖν εἷς· παρέχει δ' ἐν μ[έρ]ει ἑκατέρα τῶν φυλῶν), τούτοις τὰς ἀντιδόσεις ποιεῖ καὶ τὰς σκήψεις εἰσ[άγει, ἐά]ν τις ἢ λελῃτουργη[κέ]ν[αι] φῇ πρότερον ταύτην τὴν λῃτουργ[ίαν, ἢ ἀ]τελὴς εἶναι λελῃτ[ου]ρ[γηκὼς ἑ]τέραν λῃτουργίαν καὶ τῶν χρόνων αὐτῷ [τῆς ἀτε]λείας μὴ ἐξεληλυθό[των, ἢ τὰ] ἔτη μὴ γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παι[σὶν χορη]γοῦντα ὑπὲρ τετταρά[κον]τα ἔτη γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆλον χορηγοὺς καὶ ἀρχ[ι]θέω[ρον τ]ῷ τριακοντορίῳ τῷ τοὺς [4] ᾐθέους ἄγοντι. πομπῶν δ' ἐπιμελεῖτ[αι τῆς τ]ε τῷ Ἀσκληπιῷ γιγνομένης, ὅταν οἰκουρῶσι μύσται, καὶ τῆς Διονυσίων τῶν μ[εγά]λων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρότερον μὲν ὁ δῆμος ἐχειροτόνει δέκα ὄντας, κ[αὶ τὰ] εἰς τὴν πομπὴν ἀναλώματα παρ' αὑτῶ[ν] ἀνήλι[ς]κον, νῦν δ' ἕνα τῆς φυλῆ[ς ἑκ]άστης κληροῖ, καὶ δίδωσιν εἰς τὴν κατασκευὴν [5] ἑκατὸν μνᾶς. ἐπιμελ[εῖτα]ι δὲ καὶ τῆς εἰς Θαργήλια καὶ τῆς τῷ Διὶ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τῶ[ν Διο]νυσίων οὗτος καὶ τῶν Θαργηλίων. ἑορτῶν μὲν οὖν [6] ἐπιμελεῖται τούτων. γραφαὶ δ[ὲ καὶ δ]ίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, [γο]νέων κακώσεως (αὗται δ' εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ δ[ι]ώκειν), ὀρφανῶν κ[ακώ]σεως (αὗται δ' εἰσὶ κατὰ τῶν ἐπιτρόπων), ἐπικλήρου κακώσε[ως (αὗτ]αι δ' εἰσὶ κατὰ [τῶν] ἐπιτρόπων καὶ τῶν συνοικούντων), οἴκου ὀρφανικοῦ κακώσεως (εἰσὶ δὲ καὶ [αὗται κατὰ τῶν] ἐπιτρόπων), παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ [ὑπάρχοντα ἀ]πολλύν[αι], εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ θέλῃ κοινὰ [τὰ ὄντα νέμεσθ]αι, εἰς ἐπι[τρ]οπῆς κατάστασιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς [ἐμφανῶν κατάστας]ιν, ἐπίτρ[οπ]ον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπι[δικασίαι. [7] ἐπιμελεῖτ]αι δὲ καὶ τῶν [ὀρφ]ανῶν καὶ τῶν ἐπικλήρων, καὶ τῶν γυναικῶν ὅσαι ἂν τελευτή[σαντος τοῦ ἀνδρ]ὸς σκή[πτω]νται κύειν. καὶ κύριός ἐστι τοῖς ἀδικοῦσιν ἐπιβάλ[λειν ἢ εἰσάγειν εἰς] τὸ δικα[στή]ριον. μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλ[ήρων, ἕως ἄν τις τετταρ]ακαιδε[κέ]τις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάν[ει, καὶ τοὺς ἐπιτρόπους], ἐὰν μὴ [δι]δῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει. [57] [1]    Καὶ ὁ [μὲν ἄρχων ἐπιμελεῖτ]αι τούτ[ων. ὁ] δὲ βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖ[ται μετὰ τῶν ἐπιμελητῶν ὧ]ν ὁ δῆμ[ος χ]ειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ' [ἐξ Εὐμολπιδῶν, ἕνα] δ' ἐκ Κηρ[ύκω]ν. ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι [πομπή τε καὶ ἀγών. τ]ὴν μὲν οὖν πομπὴν κοινῇ πέμπουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς. τίθησι δὲ καὶ τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαντας· ὡς δ' ἔπος εἰπεῖν καὶ τὰς πατρίους θυσίας διοικεῖ [2]οὗτος πάσας. γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας, κἄν τις ἰερωσύνης ἀμφισβητῇ πρός τινα. διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν ἱερῶν ἁπάσας οὗτος. λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον, καὶ ὁ προαγορεύων [3] εἴργεσθαι τῶν νομίμων οὗτός ἐστιν. εἰσὶ δὲ φόν[ου] δίκαι καὶ τραύματος, ἂν μὲν ἐκ προνοίας ἀποκτείνῃ ἢ τρώσῃ, ἐν Ἀρείῳ πάγῳ, καὶ φαρμάκων, ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρκαϊᾶς· ταῦτα γὰρ ἡ βουλὴ μόνα δικάζει. τῶν δ' ἀκουσίων καὶ βουλεύσεως, κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ μέτοικον ἢ ξένον, οἱ ἐπὶ Παλλαδίῳ. ἐὰν δ' ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἷον μοιχὸν λαβών, ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτ[ῳ] ἐπὶ Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὧν αἴδεσίς ἐστιν, αἰτίαν ἔχῃ ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ' ἐν [4] Φρεάτου δικάζουσιν, ὁ δ' ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ. δικάζουσι δ' οἱ λαχόντες τα......., πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομένων, εἰσάγει δ' ὁ βασιλεύς, καὶ δικάζο[υ]σιν ἐν ἱερ[ῷ] καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὅταν δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν, καὶ οὐδ' εἰς τὴν ἀγορὰν ν[όμος] ἐμβαλεῖν αὐτῷ. τότε δ' εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται. ὅταν δὲ μὴ εἰδῇ τὸν ποιήσαντα, τῷ δράσαντι λαγχάνει, δικάζει δ' ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς, καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων. [58] [1]    Ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τῇ τε Ἀρτέμιδι τῇ ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ' ἀγῶνα τὸν ἐπιτάφιον, καὶ τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ [2]Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίσματα ποιεῖ. δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μὲν αἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι· καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη, τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθεῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας [3] τοῖς διαιτηταῖς ἀποδοῦναι. αὐτὸς δ' εἰσάγει δίκας τάς τε τοῦ ἀπο[ς]τασίου καὶ ἀπροστασ[ί]ου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἆλλ' ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. [59] [1]    Οἱ δὲ θεσμοθέται πρῶτον μὲν τοῦ προγράψαι τὰ δικαστήριά εἰσι κύριοι, τίσιν ἡμέραις δεῖ δικάζειν, ἔπειτα τοῦ δοῦναι ταῖς ἀρχαῖς· καθότι γὰρ ἂν οὗτοι δῶσιν, κατὰ[2] τοῦτο χρῶνται. ἔτι δὲ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον, καὶ τὰς καταχειροτονίας καὶ τὰς προβολὰς ἁπάσας εἰσάγουσιν οὗ[τ]οι, καὶ γραφὰς παρανόμων, καὶ νόμον μὴ ἐπιτήδειον θεῖναι, καὶ προεδρικὴν καὶ ἐπιστατικὴν [3] καὶ στρατηγοῖς εὐθύνας. εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως [4] καὶ ἀγραφίου καὶ μοιχείας. εἰσάγουσιν δὲ καὶ τὰς δοκιμασίας ταῖς ἀρχαῖς ἁπάσαις, καὶ τοὺς ἀπεψηφισμένους ὑπὸ τῶν δημοτῶν, καὶ τὰς καταγνώσεις τὰς ἐκ τῆς [5] βουλῆς. εἰσάγουσι δὲ καὶ δίκας ἰδίας, ἐμπορικὰς καὶ μεταλλικάς, καὶ δούλων, ἄν τις τὸν ἐλεύθερον κακῶς λέγῃ. καὶ ἐπικληροῦσι ταῖς ἀρχαῖς οὗτοι τὰ δικαστήρια τά ‹τ'› ἴδια[6] καὶ τὰ δημόσια. καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις οὗτοι κυροῦσι, καὶ τὰς δίκας τὰς ἀπὸ τῶν συμβόλων εἰσάγουσι, καὶ τὰ ψευδομαρτύρια ἐξ Ἀρείου πάγου. [7]    τοὺς δὲ δικαστὰς κληροῦσι πάντες οἱ ἐννέα ἄρχοντες, δέκατος δ' ὁ γραμματεὺς ὁ τῶν θεσμοθετῶν, τοὺς τῆς αὑτοῦ φυλῆς ἕκαστος. [60] [1]    Τὰ μὲν οὖν περὶ τοὺς θ΄ ἄρχοντας τοῦτον ἔχει τὸν τρόπον. κληροῦσι δὲ καὶ ἀθλοθέτας δέκα ἄνδρας, ἕνα τῆς φυλῆς ἑκάστης. οὗτοι δὲ δοκιμασθέντες ἄρχουσι τέτταρα ἔτη, καὶ διοικοῦσι τήν τε πομπὴν τῶν Παναθηναίων καὶ τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιοῦνται, καὶ τοὺς ἀμφορεῖς ποιοῦνται μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθληταῖς [2]ἀποδιδόασι. συλλέγεται δὲ τὸ ἔλαιον ἀπὸ τῶν μοριῶν· εἰσπράττει δὲ τοὺς τὰ χωρία κεκτημένους ἐν οἷς αἱ μορίαι εἰσὶν ὁ ἄρχων, τρί' ἡμικοτύλια ἀπὸ τοῦ στελέχους ἑκάστου. πρότερον δ' ἐπώλει τὸν καρπὸν ἡ πόλις· καὶ εἴ τις ἐξορύξειεν ἐλαίαν μορίαν ἢ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πάγου βουλή, καὶ εἴ [τ]ου καταγνοίη, θανάτῳ τοῦτον ἐζημίουν. ἐξ οὗ δὲ τὸ ἔλαιον ὁ τὸ χωρίον κεκτημένος ἀποτίνει, ὁ μὲν νόμος ἔστιν, ἡ δὲ κρίσις καταλέλυται. τὸ δὲ ἔλα[ιον] ἐκ τοῦ κτήματος, οὐκ ἀπὸ τῶν στελεχῶν ἐστι τῇ [3]πόλει. συλλέξας οὖν ὁ ἄρχων τὸ ἐφ' ἑαυ[τοῦ] γιγνόμενον, τοῖς ταμίαις παρ[αδί]δωσιν εἰς ἀκρόπολιν, καὶ οὐκ ἔστιν ἀναβῆναι πρότερον εἰς [Ἄρε]ιον πάγον, πρὶν ἂν ἅπαν παραδῷ τοῖς ταμίαις. οἱ δὲ ταμίαι τὸν μὲν ἄλλον χρόνον τηροῦσιν ἐν ἀκροπόλει, τοῖς δὲ Παναθηναίοις ἀπομετροῦσι τοῖς ἀθλοθέταις, οἱ δ' ἀθλοθέται τοῖς νικῶσι τῶν ἀγωνιστῶν. ἔστι γὰρ ἆθλα τοῖς μὲν τὴν μουσικὴν νικῶσιν ἀργύριον καὶ χρυσᾶ, τοῖς δὲ τὴν εὐανδρίαν ἀσπίδες, τοῖς δὲ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν ἔλαιον. [61] [1]    Χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ' ‹ἑκάστης› φυλῆς ἕνα, νῦν δ' ἐξ ἁπάντων· καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλιτῶν, ἂν ἐξίωσι, ἕνα δ' ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος. δύο δ' ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ' εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλ‹ακ›ῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ· ἕνα δ' ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρχους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει· τοὺς δ' ἄλλους πρὸς τὰ παρόντα [2] πράγματα ἐκπέμπουσιν.

ἐπιχειροτονία δ' αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δικαστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἂν δ' ἀποφύγῃ, πάλι[ν] ἄρχει. κύριοι δέ εἰσιν ὅταν ἡγῶνται καὶ δῆσαι τὸν ἀτακτοῦντα καὶ ‹ἐκ›κ[η]ρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν· οὐκ εἰώθασι δὲ ἐπιβάλλειν. [3]    χειροτονοῦσι δὲ καὶ ταξ[ι]άρχους δέκα, ἕνα τῆς φυλῆς ἑκάστης· οὗτος δ' ἡγεῖται τῶν φυλετῶν καὶ λοχαγοὺς καθίστησιν. [4]    χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων· οὗτοι δ' ἡγοῦνται τῶν ἱππέων, διελόμ[ενοι] τὰς φυλὰς ε΄ ἑκάτερος· κύριοι δὲ τῶν αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν. ἐπιχειροτονία δὲ γίγνεται ‹καὶ› τούτων. [5]    χειροτονοῦσι δὲ καὶ φυλάρχους ‹ι΄›, ἕνα τῆς φυλῆς, τὸν ἡγησόμενον ‹τῶν ἱππέων› ὥσπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν. [6]    χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἵππαρχον, ὃς ἐπιμελεῖται τῶν ἱππέων τῶν ἐν Λήμνῳ. [7]    χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ ν[ῦν] τῆς το[ῦ] Ἄμμωνος. [62] [1]    Αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετ' ἐννέα ἀρχόντων ἐ[κ] τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δ' ἐν Θησείῳ κληρούμεναι διῃροῦντο εἰς τοὺς δήμ[ο]υς· ἐπειδὴ δ' ἐπώλουν οἱ δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης κληροῦσι, πλὴν βουλευτῶν καὶ φρουρῶν· τούτους δ' εἰς τοὺς δήμους ἀποδιδόασι. [2]    μισθοφοροῦσι δὲ πρῶτον ὁ δῆμος ταῖς μὲν ἄλλαις ἐκκλησίαις δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα ‹ὀβολούς›· ἔπειτα τὰ δικαστήρια τρεῖς ὀβολούς· εἶθ' ἡ βουλὴ πέντε ὀβολούς· τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν ὀβολὸς προστίθεται δέκα προστίθενται. ἔπειτ' εἰς σίτησιν λαμβάνουσιν ἐννέ' ἄρχοντες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν· ἔπειτ' ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας. ἀθλοθέται δ' ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκ[ατ]ομβαιῶνα μῆνα, ὅ[τ]αν ᾖ τὰ Παναθήναια, ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. ἀμφικτύονες εἰς Δῆλον δραχμὴν τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου ‹λαμβάνουσι›. λαμβάνουσι δὲ καὶ ὅσαι ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον ἢ Σκῦρον ἢ Λῆμνον ἢ Ἴμβρον εἰς σίτησιν ἀργύριον. [3]    ἄρχειν δὲ τὰς μὲν κατὰ πόλεμον ἀρχὰς ἔξεστι πλεονάκις, τῶν δ' ἄλλων οὐδεμίαν, πλὴν βουλεῦσαι δίς. [63] [1]    Τὰ δὲ τὰ δικαστήρια [κ]ληρ[οῦ]σ[ιν] οἱ θ΄ ἄρχοντες κατὰ φυλάς, ὁ δὲ γραμματεὺς τῶν θεσμο[θετῶν τῆς] δεκάτης [2] φυλῆς. εἴσοδοι δέ εἰσιν εἰς [τὰ] δικαστ[ή]ρια δέκα, μία τῇ φυλῇ ἑκάστῃ, καὶ κλη[ρωτήρι]α εἴκοσι, δ[ύο τ]ῇ φυλῇ ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ ἕτερα κιβώτι[α, εἰς ἃ] ἐμβάλλεται τῶν λαχόντων δικαστῶν τὰ πινάκια, καὶ ὑδρίαι δύο. καὶ βακτηρίαι παρατίθενται κατὰ τὴν ἔ[ξοδον] ἑκάστην, ὅσοιπερ οἱ δικασταί, καὶ βάλανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς βακτηρίαις, ἐγ[γ]έγραπται δ' ἐν ταῖς βαλάνοις τῶν στοιχείων ἀπὸ τοῦ ἑνδεκάτου τοῦ λ τριακοστοῦ, ὅσαπερ ἂν μέλλῃ [τ]ὰ δικαστήρια [3] πληρωθήσεσθαι. δικάζειν δ' ἔξεστιν τοῖς ὑπὲρ λ΄ ἔτη γεγονόσιν, ὅσοι αὐτῶν [μ]ὴ ὀφείλουσιν τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν. ἐὰν δέ τι[ς] δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγετ[αι]· ἐὰν δ' ἁλῷ, προστιμῶσιν αὐτῷ οἱ δικασταί, ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσ[θαι], ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ' ᾧ ἐνεδείχθη, [4] καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τ[ὸ δικ]αστήριον. ἔχει δ' ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου, καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμ[μα]τι. [5]    ἐπειδὰν δὲ ὁ θεσμοθέτης ἐπικληρώσῃ τὰ γράμματα, ἃ δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέρων ὁ ὑπηρέτης ἐφ' ἕκαστ[ον] τὸ δικ[α]στήριον τὸ γράμμα τὸ λαχόν. [64] [1] τὰ δὲ [κιβώ]τια τὰ δέ[κ]α κ[εῖται ἐ]ν τ̣[ῷ ἔμ]προσθεν [τ̣]ῆς εἰσόδου [κ]αθ' ἑκάστην τὴν φυλήν. ἐπιγέ[γρ]απται δ' ἐπ' αὐτῶν τὰ στ̣ο̣[ι]χεῖα μέχρι [τοῦ] κ. ἐ[π]ειδὰν δ' ἐμβάλωσιν οἱ δικασταὶ τ[ὰ] πινάκια εἰς τὸ κιβώτι[ον], ἐφ' οὗ ἂν ᾖ ἐπι[γεγρα]μμένον τὸ γράμ[μα] τὸ αὐτὸ ὅπ[ε]ρ ἐπ[ὶ τῷ π]ινακίῳ ἐστὶν α[ὐτ]ῷ τῶν στοιχείω[ν, δια]σείσαντος τοῦ ὑ[πη]ρέτου ἕλκει ὁ [θεσμο]θέτης ἐξ ἑκάσ[τ]ου [2] τοῦ κιβωτίο[υ πιν]άκιον ἕν. οὗτος δὲ καλεῖ[τ]αι ἐμ[πήκτ]ης, καὶ ἐμπήγνυσι τὰ πι[ν]άκια [τὰ ἐκ το]ῦ κιβωτίου εἰς τὴν κανονίδα, [ἐφ' ἧς τὸ α]ὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ [κιβωτίο]υ. κ̣[ληροῦται δ'] οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπ[ηγνύων] κακουργῇ. εἰσὶ δὲ κανονίδες [πέντε ἐ]ν ἑκάστῳ τῶν κληρωτηρίων. [3] ὅ[ταν δὲ] ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληρ[οῖ κατὰ κ]ληρωτήριον. εἰσὶ δὲ κύβοι χα̣[λκοῖ, μέ]λανες καὶ λευκοί. ὅσους δ' ἂν δέ[ῃ λαχεῖν] δικαστάς, τοσοῦτοι ἐμβάλλον[ται λε]υκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ [μέλ]ανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δ' ἐ[ξαιρῇ] τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κ[ήρυξ]. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης [4] εἰς τὸν ἀ[ριθμό]ν. ὁ δὲ κληθεὶς καὶ ὑπακ[ού]σας ἕλ[κ]ει [βάλανο]ν ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτή[ν, ἀνέχ]ων τὸ γράμμα, δ[εί]κνυσιν πρῶ[τον μὲν] τῷ ἄρχοντι τῷ ἐφεστηκότι. ὁ δὲ ἄρχω[ν ἐπειδ]ὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον α[ὐ]το[ῦ εἰς τὸ κ]ιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμ[μέν]ον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλ[άνῳ, ἵ]ν' εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς [οἷο]ν ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν [εἰς] δικαστήριον οὓς ἂν [5] βούληταί τις. πα[ράκει]ται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ [ἂν μ]έλλῃ τὰ δικαστήρι[α πληρωθήσεσθαι, [ἔχο]ντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν [ᾖ τὸ] τοῦ δικαστηρίου ἑκάστου] [65] [1] εἰληχός. αὐτ[ὸς δὲ δείξα]σ̣ π̣ά̣λ̣ι̣ν̣ τ̣[ῷ ὑ]πηρέτῃ εἶτ' ἐ[ντὸς εἰσέρχετ]αι τῆς κ̣[ι]γκλ̣[ίδ]ος. ὁ δὲ ὑπηρέτης [δίδωσιν αὐτ]ῷ βακτηρίαν ὁ]μόχρων τῷ δικαστ[ηρίῳ, οὗ τὸ] αὐτὸ [γρ]άμμα ἐ[στὶν ὅ]περ ἐν τῇ βαλάνῳ, ἵν[α ἀναγ]καῖον ᾖ αὐτῷ ε]ἰσελθεῖν εἰς ὃ εἴληχε̣ [δικας]τήριον· ἐὰν γὰρ ε]ἰς ἕτερον εἰσ[ίῃ], ἐξε[λέγχετα]ι ὑπὸ τοῦ χρώματ]ος [2] [τ]ῆς βακτηρίας. τοῖ[ς γὰρ δι]καστηρίοις χρῶμ]ατα ἐπιγέγραπται [ἑκάς]τῳ ἐπὶ τῷ σφηκ]ίσκῳ τῆς εἰσ[όδο]υ. ὁ δ[ὲ λαβὼ]ν τὴν βακτηρία]ν βαδίζει εἰ[ς τ]ὸ δικασ[τήριον] τὸ ὁμόχρων μὲν τῇ βακτ[ηρί]ᾳ, ἔχ[ον δὲ τ]ὸ αὐτὸ γράμμα ὅπερ ἐν [τ]ῇ βαλάν[ῳ]. ἐπε[ιδὰν δ' εἰς]έλθῃ, παραλαμβάνει σύμβολον δη[μοσίᾳ] παρὰ τοῦ εἰληχό]τος [3] ταύτη[ν] τὴν ἀ[ρχήν. ε]ἶτα τήν τε [β]άλαν[ον καὶ τὴν βακτηρίαν ‹ἀποτιθέασιν› [ἐν τῷ δ]ικαστηρίῳ τοῦτο[ν] ‹τὸν› τρόπον ε[ἰ]σελ[ηλυθό]τες. τοῖς δ' ἀπολαγχάνουσ[ιν] ἀποδιδ[όασιν] οἱ ἐμπῆκται [4] τὰ πινάκια. οἱ δὲ ὑπη[ρέται] οἱ δημόσιοι ἀπ[ὸ τῆς φυλῆς ἑκάστης π[αραδι]δόασιν τὰ κ[ιβώτια, ἓν ἐπὶ τὸ δικα[στήρ]ιον ἕκαστον, ἐ[ν] ᾧ ἔνεστιν τὰ ὀνόματ[α τῆς] φυλῆς τὰ ὄντα ἐν ἑκάστῳ τῶν δικασ[τηρί]ων. παραδιδόασι δὲ τοῖς εἰληχό[σι] ταῦ[τ]α [ἀπο]διδόναι τοῖς δικασταῖς ἐν ἑκάστῳ τῷ δικα[στηρί]ῳ ἀριθμῷ τὰ πινάκια, [ὅπ]ως ἐκ τούτων [κ]αλοῦντες ἀπο[διδῶσι [66] [1]τὸν μισθόν. ἐπειδὰν δὲ πάντα πλή[ρ]η ᾖ τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ [τ]ῶν δικαστηρ[ί]ω[ν] β΄ κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χ[ρ]ώματα τῶν [δι]κ[ας]τηρίων, καὶ ἕτεροι κύ[βο]ι, ἐν οἷς ἐσ[τι]ν τῶν ἀρ[χῶ]ν τὰ [ὀ]νό   [μ]ατα ἐπιγε[γ]ραμμένα. λαχόντες [δὲ] τῶν θεσ[μ]οθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύ[β]ο[υς ἐμβάλλουσιν, ὁ μὲν τὰ χρώματα ε[ἰ]ς τ[ὸ] ἓν κλ[ηρ]ωτήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀν[ό]ματα [εἰς τὸ] ἕτ[ερ]ον. ἣ δ' ἂν π[ρ]ώτη λάχῃ τῶν ἀρχῶν, αὕ̣τ̣[η ἀ]ναγορεύεται ὑπὸ τοῦ κήρυκος [ὅ]τι χρήσε[τα]ι [τ]ῷ π[ρ]ώτῳ λ]α̣χόντι [δ]ικα[στηρίῳ, ἡ δὲ δευτέ]ρ[α τῷ δευτέρῳ, καὶ ὡ[σαύτως τοῖς ἄλλοις, ἵ]να [μηδεμία προειδ[ῇ τίνι αὐτῶν χρήσεται], ἀλλ' οἷον [2] ἂν λά[χ]ῃ ἑκάσ[τη, τούτῳ χρήσηται.

ἐπε]ι̣δὰ[ν δ' ἔλθωσιν καὶ ν[ενεμημένοι ἐφ' ἕκαστον ὦ]σιν [οἱ δικασταί, ἡ ἀρχὴ ἡ [ἐφεστηκυῖα ἐν τ]ῷ δ[ικαστηρίῳ ἑκάστῳ [ἕλκει ἐξ ἑκάστου τοῦ] κιβ[ωτίου πινάκιον [ἕν, ἵνα γένωνται δέκα], εἷς [ἐξ ἑκάστης τῆς φυ[λῆς, καὶ ταῦτα τὰ πινάκ]ι̣α εἰς ἕτερον κενὸν κ[ιβώτιον ἐμβάλλει· καὶ] τού[των ε΄ τοὺς πρώτους δ[ιακληροῖ, ἕνα μὲν] ἐπ[ὶ τὸ ὕδωρ, τέτταρας δὲ [ἄλλους ἐπὶ τὰς ψή]φ̣ους, [ἵνα μηδεὶς παρασκε[υάζη]ι [μήτε] τὸν ἐπ[ὶ τὸ ὕδωρ μήτε τοὺ[ς ἐπὶ τ]ὰς ψή[φου]ς, μηδ[ὲ γίγνηται περὶ ταῦτ[α κα]κούρ[γημ]α μηδ[έ]ν. [3] οἱ δὲ ἀπολαχόντ[ες π]έντε π[αρ]ὰ τούτ[ω]ν ἀπολαμβάνουσ[ι τὸ π]ρόγ[ραμμ]α, καθ' ὅτι τὸν μισθὸν λ[ήψο]ντ[αι] καὶ ὅπου ἕκ[α]σται αἱ φυλαὶ ἐν α[ὐτῷ] τῷ δικ[α]στηρίῳ, ἐ[π]ειδὰν δικάσωσι[ν, ὅπως], δ̣ιαστά̣ν̣τες ἕκα[στο]ι, κατ' ὀλίγους [λάβ]ωσι κα[ὶ] μὴ πολλο[ὶ] εἰς ταὐτὸ συνκλε[ισθέντες ἀλ]λήλοις ἐνοχλῶσιν. [67] [1] ταῦτα δὲ ποιήσ[αντες εἰ]σκαλοῦσι τοὺς ἀγῶνας, ὅταν μὲν τὰ ἴδια [δι]κάζωσι τοὺς ἰδίους, τῷ ἀριθμῷ δ΄, [ἕνα ἐ]ξ̣ [ἑκά]στων [τ̣]ῶν δικῶν τ[ῶ]ν ἐκ τοῦ νόμο[υ], κ[α]ὶ δ[ιο]μνύ[ουσι]ν οἱ ἀντίδικοι εἰς αὐτὸ τὸ πρᾶγμ[α] ἐρεῖν· [ὅταν] δὲ τὰ δ[η]μόσια, τοὺς δημοσίο[υ]ς, καὶ ἕν[α μόνον ἐ]κδικάζουσι. [2] εἰσὶ δὲ κλεψύδ[ραι] αὐλ[ίσκους] ἔχουσα̣ι̣ ἔ̣κρους, εἰς ἃς τὸ ὕδ̣[ω]ρ ἐ̣γχέ[ουσι, πρὸ]ς ὃ δεῖ [λ]έγειν [περ]ὶ τὰς δίκας. δίδ̣[οτ]α̣ι ‹δὲ› δ̣ε̣κ̣άχους [τ]αῖς ὑπὲρ πεντακισχιλίας καὶ τρίχ[ο]υς τῷ δ[ευτέρῳ] λό[γῳ], ἑ   πτάχους δὲ ταῖς μέχρι πεν[τα]κ̣[ι]σχιλί]ων καὶ δίχους, πεν]τ̣άχους δὲ τα[ῖς] ἐν̣[τὸ]ς [β] καὶ δίχους, ἑξάχους δ̣ὲ̣ ταῖς διαδικ̣[ας]ί̣[α]ι̣ς, ‹αἷς› [ὕστ]ερον λόγος οὐκ ἔ̣σ[τιν [3] οὐ]δεί[ς. ὁ] δ' ἐ[φ' ὕδ]ωρ [εἰ]λη[χ]ὼς ἐπιλαμβάνει τ̣ὸν α[ὐλίσκον, ἐπειδὰν μέλλῃ τινὰ ἢ] νόμον ἢ μαρ[τυρίαν ἢ τοιοῦτόν τι ὁ γραμμ]ατεὺς ἀναγι[γνώσκειν. ἐπειδὰν δὲ] ᾖ [πρὸς] διαμεμετρη[μένην τὴν ἡμέρα]ν̣ ὁ [ἀγὼν, τότ]ε δὲ οὐκ ἐπιλαμβ[άνει αὐτόν, ἀλλὰ δίδοτα]ι τὸ [ἴσο]ν ὕδωρ τῷ τε κα[τηγοροῦντι καὶ τῷ ἀπο]λογ[ουμ]ένῳ, [4] διαμετ[ρεῖται δὲ πρὸς τὰς ἡμέ]ρας [το]ῦ Ποσιδεῶνος [................... α̣ρο̣...ντ̣α̣ι̣ χρῶντ[αι ...............]ια [...]τενταις τα κλι[.................]π̣οτ̣ι̣..α̣σιν οἱ δι[κ]ασ̣[ταὶ ...............]ολ[.....]ισον ἕκαστοι λ̣................τε[...] γὰρ ἔσπευδο[ν .................πετ[..]ρος ἐξωθεῖν τοὺς [..................]λει..ν ὕδωρ λαμβα[ν..............] εἰ[σιν ὁ] μὲν ἕτ̣ερος τοῖς δ[ιώκουσιν, ὁ δ' ἕτερος] το[ῖς] φεύγου[ς]ιν. [5] ἐν δὲ τοῖς [.................]α̣τ̣ο̣[...] ἐξεῖλε τῷ διαψη[φισμῷ ...........]ῳ, δ̣ι̣[αιρ]εῖται δ' [ἡ ἡμ]έ[ρ]α ἐπὶ τοῖς [.............. ἀγώ]νω[ν ὅ]σοις πρόσεστι δεσμ[ὸς ἢ θάνατος ἢ φυγὴ ἢ ἀτ]ιμ̣ία ἢ δήμευσις χρημάτ[ων, ἢ τιμῆσαι δ]ε[ῖ ὅ] τι χρὴ παθεῖν [68] [1] ἢ ἀποτεῖ[σαι. τὰ δὲ δημόσι]α τῶν [δικ]αστηρίων ἐστὶ φ[α΄ .............]σο..[..]ασιν· ὅταν δὲ δέ[ῃ τὰς ....... γραφ]ὰς ε[ἰς ᾶ εἰ]σαγαγεῖν, συν[έρχεται β΄ δικαστή]ρια εἰ[ς] τὴν ἡλιαίαν τα.[..............]κ̣ν̣α̣.. εἰς φ΄ καὶ ᾶ [2] τρία [δ̣ικαστήρια. ψῆφοι δέ] εἰσιν [χ]αλκαῖ, αὐλίσκον [ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μ]ὲ[ν] ἡμίσειαι τετρυ[πημέναι, αἱ δὲ ἡμίσειαι πλ]ήρει[ς· οἱ] δὲ λαχόντες [ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰ]ρ[η]μένοι ὦσιν [οἱ λόγοι, παραδιδόασιν ἑ]κάστῳ τῶν δικαστ[ῶν δύο ψήφους, τετρυπ]ημέν[η]ν καὶ πλήρη, [φανερὰς ὁρᾶν τοῖς ἀντιδί]κο[ις, ἵ]να μήτε πλή[ρεις μήτε τετρυπημένας] ἀμφ[ο]τέρας λαμβάν[ωσιν. ὁ δὲ ταύτην τὴν ἀρχὴν] ε̣ἰ̣ληχὼς ἀπολα[μβάνει τὰ σύμβολα, ἀνθ' [ὧ]ν εἷς ἕκαστος ψηφιζ[όμενος λαμβάνει σύμβολο]ν [χ]αλκοῦν μετὰ] τοῦ γ (ἀποδιδοὺς [γ]ὰρ γ΄ λαμβάνει), ἵ[να] ψηφίζωντ]αι πάντες· οὐ [γὰ]ρ ἔστι λαβεῖν σ[ύ]μβολον [3] οὐδεν]ί, ἐὰν μὴ ψηφίζηται. εἰσὶ δὲ ἀμφ[ο]ρεῖς δύο κεί]μενοι ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χ[α]λκοῦς, ὁ δὲ ξύ]λινος, διαιρετοὶ [ὅ]πως μὴ λ̣[άθ]ῃ ὑπο[β]άλλων τις ψή]φους, εἰς οὓς ψηφίζονται οἱ δικαστα[ί], ὁ μὲν χαλκοῦ]ς κύριος, ὁ δὲ ξύλινος ἄκυρ[ος], ἔχω[ν] ὁ χαλκοῦς ἐ]πίθημα διερρινημένο[ν], ὥστ' αὐ[τ]ὴν μόνη]ν χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο [ὁ] αὐτὸς [4] ἐμβάλλ]ῃ. ἐπειδὰν δὲ διαψηφίζεσ[θ]αι μέλ[λ]ωσιν οἱ δικα]σταί, ὁ κήρυξ ἀγορεύει πρῶτον, ἂν ἐ[π]ισκήπτων]ται οἱ ἀντίδικοι ταῖς μαρτυρίαις· [ο]ὐ γὰρ ἔστιν] ἐπισκήψασθαι, ὅταν ἄρξωνται διαψηφίζες]θαι. ἔπειτα πάλιν ἀνακηρύττει 'ἡ τετρυπη]μένη τοῦ πρότερον λ[έγο]ν[τ]ος, ἡ δ[ὲ] πλήρης το]ῦ ὕστερον λέγοντος.' ὁ δὲ δικαστὴς λαβόμενος] ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέ[ζ]ων τὸν αὐλίσκον] τῆς ψήφου καὶ οὐ δεικνύων [τ]οῖς ἀγωνιζο]μένοις οὔτε τὸ τετρυπημέ[ν]ον οὔτε τ]ὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυ[ρία]ν εἰς τὸν χαλ]κοῦν ἀμφορέα, τὴν δὲ ἄκυρο[ν] εἰς [69] [1] τὸν ξύλ]ινον. πάντες δ' ἐπειδὰν ὦσι διεψηφις]μένοι, λαβόντες οἱ ὑπηρέται τὸν ἀ]μφορέα τὸν κύριον, ἐ[ξ]ερῶσι ἐπὶ ἄβακα τρ]υπήματα ἔχοντα ὅ[ς]αιπερ εἰσὶν αἱ ψῆφοι, ἵν'] αὗται [φανερ]αὶ προκείμεναι καὶ εὐαρίθμητοι ὦσι]ν, καὶ τὰ [τρ]υπητὰ καὶ τὰ πλήρη δῆλα τοῖς ἀν]τιδ[ί]κοις. οἱ δ[ὲ] ἐπὶ τὰς ψήφους [ε]ἰληχότες] δια[ριθμοῦσιν] αὐτὰς [ἐ]πὶ τοῦ ἄβακος, χωρὶ]ς μὲ[ν τὰς] πλήρεις, χω[ρ]ὶς δὲ τὰς τετρυπ]ημένας. καὶ ἀναγορεύει ὁ κήρυξ τὸν ἀριθ]μὸν τῶν ψήφων, τοῦ μὲν διώκον]τος τὰς τετρυπημένας, τοῦ δὲ φ[εύ]γοντος τ]ὰς πλήρεις· ὁποτέρῳ δ' ἂν πλείω[ν γ]ένηται, [2] οὗ]τος νικᾷ, ἂν δὲ ἴσαι, ὁ φ[εύ]γων. ἔ[π]ειτα πάλιν τιμῶσι, ἂν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρόπον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν παραλαμβάνοντες. ἡ δὲ τίμησίς ἐστιν πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. ἐπειδὰν δὲ αὐτοῖς ᾖ δεδικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμβάνουσιν τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔλαχον ἕκαστοι

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 20:12:44 - flow version _RPTC_G1.3