Nefandezze di Dionisio il Giovane - Eliano

'Αλλά Διονύσιος πρώτον μὲν ἀπέκτεινε τοὺς ἀδελφούς, εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνής.

οὐδεὶς δὲ τῶν ἀπ᾿ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν· οἱ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἱ δὲ κατατμηθέντες εἰς τὸ πέλαγος ἐξερρίφησαν.

τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου ῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυρίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός.

Λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν · ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον.

release check: 2020-07-14 07:22:26 - flow version _EXTP_H1