Dioniso spoglia perfino i templi - Eliano versione greco

Dioniso spoglia perfino i templi
Versione di greco di Eliano

Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν, ἐσύλησε τά χρὴματα.

Τοῦ δὲ ἀγάλματος τοῦ Διòς περιεῖλε τὴν ἐσθῆτα καì τòν κòσμον, ὃς ἦν φασι χρυσίου πέντε καì ὀγδοήκοντα ταλάντων. Ὀκνούντων δὲ τῶν δημιουργῶν ἅψασθαι, ὁ δὲ πρῶτος ἔκρουσε τὸ ἄγαλμα.

Καὶ τὸ ἄγαλμα δὲ τοῦ Ἀπόλλωνος περιεσύλησεν, ἔχον καì αὐτὸ χρυσοῦς βοστρύχους, κελεύσας ἀποκεῖραί τινα αὐτούς.

Πλεύσας δὲ ἐς Τυρρηνούς, τὰ τοῦ Ἀπόλλωνος καì τῆς Λευκοθέας ἅπαντα ἐσύλησε χρήματα, τὴν παρακειμένην ἀργυρᾶν τῷ Ἀπόλλωνι τράπεζαν κελεύσας ἀφελεῖν, ἀγαθοῦ δαίμονος τῷ θεῷ διδόντας πρόποσιν.

release check: 2020-07-14 07:22:26 - flow version _EXTP_H1